228
χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβεν τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ' ἐν τοῖς ἑξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ' οἰκείας σχολῆς ἑρμηνεύσομεν. 9.3.1 Ἀπὸ τῶν Ἀριθμῶν. «Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ· ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν· καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ' ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» 9.3.2 Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ' Αἰγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει, λέγων· «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου». 9.3.3 μόνος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ' αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν, ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους «ἐξελεύσεταί» τις «ἄνθρωπος» «καὶ κυριεύσει ἐθνῶν πολλῶν». 9.3.4 ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι, τῶν πώποτε παρ' Ἑβραίοις ἐνδόξων, πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ' οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοῦ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσεν καὶ εἰσέτι νῦν κυριεύει «ἐθνῶν πολλῶν». 9.3.5 αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ' ἄλλος, ὃν ἡ προφητεία προηγόρευσεν, καθ' ὃν καὶ «ἡ Γὼγ» ὑψώθη «βασιλεία», τῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ' ἐνταῦθά φασιν αἰνίττεσθαι καθ' Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία. 9.3.6 μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιήλ, «ἄρχοντα Ῥὼς Μοσὸχ καὶ Θοβὲλ» ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικεν, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὸχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστίν, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν, ὡς ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας. ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ «θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου», ὅτε κατὰ τὸν Ματθαῖον, ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ, «χρηματισθεὶς» ὁ Ἰωσὴφ «παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ». «∆όξα» δὲ «μονοκέρωτος αὐτῷ» τῷ Χριστῷ παρῆν, διὰ τὸ «ἐν αὐτῷ» εὐδοκηκέναι κατοικῆσαι «πᾶν τὸ πλήρωμα τῆς θεότητος», κατὰ τὸν ἱερὸν ἀπόστολον. 9.3.7 διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὐτοῦ, «μονόκερως» καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ' αὐτὸς τοῦ θεοῦ