228
καθ' ὧν τὸν πόλεμον ἐνε στήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέ τερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεω ρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ 2.1.353 ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ' ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργού μενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημά 2.1.354 των διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προ έκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐν εργειῶν ὀνομάζεται. ἀλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ' ἡμῶν τῇ μάχῃ λέγων 20μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοι 2.1.355 αύτας φωνάς20. τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς; εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται· εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ' ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινός, ἀλλὰ παρ' αὐτοῦ 2.1.356 τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγό μενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνερ γείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμο λογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς 2.1.357 ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποι εῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπό ρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν 2.1.358 γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια. καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ' ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ' αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθή σεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι' ὧν ἰσχυρότερον ἀπο φαίνει τὸν πολεμούμενον; 2.1.359 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσχετλιάσας καὶ προδιαβαλὼν τὸν λόγον καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι ῥηθήσεσθαι παροξύνας, ἐν οἷς δυσσεβέστερά τινα παρ' ἡμῶν αἰτιᾶται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς