1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

229

λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὐτοῦ βέλεσιν τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὐτῷ διάβολον πάσας τε τὰς ἀμφ' αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν «τὰ πάχη» καὶ «τὸ φρόνημα τῆς σαρκὸς» λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει. 9.3.8 Ἀλλὰ καὶ «κατακλιθεὶς» αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, «ἀνεπαύσατο», φησίν, «ὡς λέων», οὕτω δηλῶν ἣν ἀνεδέξατο οἰκονομίαν, καθ' ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου· πάντες τε οἱ τὸν Χριστὸν «εὐλογοῦντες», λόγῳ τε καὶ βίῳ σεμνύνοντες τὴν ἀρετὴν τοῦ διδασκάλου, τῆς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», ἀληθέστερον ἐπ' αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς, ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ' αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὐτῶν συνεδρίοις ἀρώμενοι τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ' ἑαυτῶν ἐπεσπάσαντο. 9.3.9 διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. Ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν. 9.3.10 ὡς γὰρ ἐνταῦθα εἴρηται «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» δῆλον δ' ὅτι τοῦ Ἰακώβ, οὕτως κἀκεῖ «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης» εἴρητο ὑπ' αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον. 9.3.11 καὶ ὡς ἐπὶ τοῦ παρόντος λέγεται τὸ «καὶ κυριεύσει ἐθνῶν πολλῶν», ὁμοίως καὶ ἐν ἐκείνοις τὸ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». καὶ πάλιν ἐνταῦθα μὲν «ἔδεται», φησίν, «ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν», ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου» ἐλέγετο. 9.3.12 καὶ τὸ «σκύμνος λέοντος, Ἰούδα» καὶ τὸ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης· «κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;» Ταῦτα δὲ εἰκότως εἰς ταυτὸν συνηγάγομεν, ἵν' ὥσπερ «ἐπὶ στόματος δύο μαρτύρων» τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν. 9.3.13 πάντα δ' οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν. 9.4.1 Ἀπὸ τοῦ Ὠσηέ. «Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοάμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτω ποιήσω ὑμῖν, οἶκος Ἰσραήλ, ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραήλ, διότι νήπιος Ἰσ ραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.» 9.4.2 δουλεύσας τῷ Ἑβραϊκῷ, «ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου» ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι. 9.4.3 οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ' αὖ βρέφος ἔτ' ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς