229
ἀποκληρωθείσας παρὰ τοῦ θεοῦ προσηγορίας ταῖς ἐπι νοίαις ἡμῶν προσαπτόντων, οὐκ εἰπὼν τίς ἡ τῶν προση γοριῶν ἀποκλήρωσις καὶ πότε καὶ πῶς γεγενημένη, <ἀλλὰ> καὶ ὡς πάντα φυρόντων τὰ πράγματα καὶ εἰς ταὐτὸν ἀγόντων τοῦ μονογενοῦς τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, οὐδὲν περὶ αὐτοῦ τούτου διαλεχθεὶς οὐδὲ ἀποδείξας, πῶς ταὐτὸν εἶναι τῇ οὐσίᾳ κατασκευάζεται παρ' ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ αὐτὸν τὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὑτωσὶ 2.1.360 λέγων τοῖς ῥήμασιν. 20ἤδη δέ20, φησί, 20μεταβαίνων ἀπὸ τούτων καὶ τὸν ἐπὶ πάντων θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις καὶ λόγοις ἀπερρω γόσι καὶ παραδείγμασι παντελῶς ἀποστατοῦσι χρώμενος20. ἐγὼ δὲ καὶ τοῦτο πρὸ τῶν ἐξητασμένων ἠξίουν μαθεῖν, τίνων 20ἀπερρώγασιν20 οἱ ἡμέτεροι 20λόγοι20 καὶ τίνος 20ἀποστατεῖ20 τὰ παρ' ἡμῶν 20παραδείγ ματα20, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος ἀλλ' ἢ δεῖξαι τὸ συρφετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περικτυπῶν τὰ ἐν ἀνδράσι γραΐδια καὶ τῷ στόμφῳ τῶν λεξειδίων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμα ζόντων καλλωπιζόμενος στήλην καθ' ἑαυτοῦ τὸν λόγον 2.1.361 τοῦτον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τού των ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τοῦ λόγου προφορὰν πλημμε λεῖν ἐνομίζετο, ὡς ἀντ' οὐδενὸς ἂν ἦν αὐτῷ πρὸς ἔπαινον 2.1.362 ἢ διαβολὴν τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. ἡ δ' οὖν ἀκολουθία τῶν παρ' αὐτοῦ καθ' ἡμῶν εἰρημένων καὶ τοῦτο προστίθησιν. 20ἐπὶ τοῦ σίτου20, φησί, 20καὶ τοῦ κυρίου διαφόρως γυμνάσας τὰς ἐπινοίας παραπλησίως καὶ τὴν ἁγιωτάτην οὐσίαν τοῦ θεοῦ διαφόρως δέχεσθαι τὰς ἐπινοίας φησί20. τοῦτό ἐστι τὸ χαλε πώτατον τῶν ἐγκλημάτων καὶ ἐπὶ τούτῳ τὰ βαρέα καθ' ἡμῶν ἐκεῖνα προετραγῴδησε, δυσσέβειαν καὶ ἀτοπίαν καὶ πάντα τὰ τοιαῦτα τοῖς εἰρημένοις ἐπικαλῶν. τίς οὖν ἡ 2.1.363 τῆς ἀσεβείας ἀπόδειξις; εἶπεν ὁ Εὐνόμιός τινα περὶ τοῦ σίτου, τὰ κοινὰ ταῦτα καὶ πᾶσιν ἐκ τοῦ προχείρου γνώριμα διευκρινούμενος, ὅπως τε γίνεται καὶ ὅπως τελειωθεὶς διὰ τοῦ καρποῦ τρέφει, φυσικαῖς τισι δυνάμεσι φυόμενός τε καὶ αὔξων καὶ διοικούμενος· καὶ ταῦτα εἰπὼν 20καὶ τὸν μονο γενῆ θεὸν οὐδὲν ἀπεικὸς εἶναί20 φησι 20διαφόρους δέχεσθαι τὰς ἐπινοίας διά τε τὰς ἑτερότητας τῶν ἐνεργειῶν καὶ ἀναλογίας τινὰς καὶ σχέ σεις20. ταῦτα γὰρ κατακόρως ἐπ' αὐτοῦ διαθρυλεῖ τὰ ὀνό ματα. 20ἀλλὰ πῶς20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον; 2.1.364 τίσι τούτοις; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ θεῷ. ὁρᾷς τὴν εὐλάβειαν; ἴσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου θεοῦ κατασκευάζει τὸν βραχὺν σῖτον καὶ τὸν μονογενῆ θεόν. καὶ ὅτι οὐ συκοφαντοῦμεν τὸν λόγον, παρ' αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. 20πῶς γάρ20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις πα ραβάλλειν τὸν ἀγέννητον20; καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ κυρίου λόγον, ἴσον εἰς ἀτοπίαν κρίνων ἑνὶ τούτων παραβάλλειν τὸν θεόν. 2.1.365 παντὶ δὲ γνώριμον πάντως τὸ τοιοῦτόν ἐστιν, ὅτι τὰ ἴσῳ τῷ μέτρῳ τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει· ὥστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητὴς καὶ πάσης περιδεδραγμένος τῶν ὄντων <τῆς> φύσεως ἰσο στάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, εἴπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῖτος. 2.1.366 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατα σκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθίας συνήρ τηται. εἰπὼν γὰρ ἄτοπον εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν θεὸν παραβάλλειν περὶ τοῦ σίτου φησὶν ὅτι οὐκ ἔστιν ὁ θεὸς καθ' ὁμοιότητα τούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπήσας καὶ διὰ τούτου σαφῶς ἐνδειξάμενος τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σῖτον τῷ θεῷ συγκρίνειν ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογισμῷ