1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

230

ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν. 9.4.4 ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων. ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ' ὅτε «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤγετο, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος», 9.4.5 πῶς εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ; ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον· παρῄνει γοῦν τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν. 9.4.6 Εἰ δ' ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ· «καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται», 9.4.7 καὶ ἅπερ, φησίν, ὁ τοιόσδε «ἄρχων» πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ «μητέρα ἐπὶ τέκνοις ἠδάφισαν», τὰ παραπλήσια καὶ «ὑμῖν» αὐτοῖς «ποιήσω» διὰ τὰς κακίας ὑμῶν «ὑμῖν» δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις;, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμῶν τὸν Ἡρώδην αἰνιττόμενος. 9.4.8 καὶ ταῦτά γε πάντα πεπόνθατε, «διότι παῖς», φησίν, «Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἀπ' Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου». πῶς γὰρ οἷόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ' ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν· Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ' ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης. 9.4.9 ἐπειδὴ τοίνυν οὗτος, φησίν, ὑπήκοός μοι γενόμενος «μορφὴν δούλου» εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοί, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλήν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμᾶς δέ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται. 9.4.10 ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή. 9.4.11 Πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλὰ τά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα ἣν καὶ ἀρτίως διεληλύθαμεν, τὸ «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου» διηγούμενοι, ἐπεὶ μηδ' αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὐτῷ τὸ λόγιον ἔφησεν, ... ὡς δύνασθαι καί ποθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν. 9.5.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ὅτι κύριος ἐλάλησεν.» 9.5.2 Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας», καὶ τῶν τούτῳ συναριθμουμένων. «ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ»· ὃς ἐλθὼν «εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσεν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν». τούτοις δ' οὖν ὁ εὐαγγελιστὴς ἐπιμαρτυρεῖ, λέγων· «καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου·