230
κατασκευάσας ἐν τῷ μέρει τούτῳ τὸ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων καὶ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα 2.1.367 κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. ἀλλὰ 20περὶ τῆς ἀφθαρσίας τοῦ πατρὸς20 διαλέγεται ὡς 20οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ20. ἐγὼ δὲ εἰ μὲν ἐνέργειά τίς ἐστιν ἡ ὄντως ζωὴ ἑαυτὴν ἐνεργοῦσα καὶ εἰ ταὐτόν ἐστι τῷ σημαινομένῳ τό τε ἀεὶ ζῆν καὶ τὸ μηδέ ποτε εἰς φθορὰν διαλύεσθαι οὔπω τῷ λόγῳ προστίθημι, 2.1.368 ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις. ὅτι μέντοι μία <ἡ> τῆς ἀφθαρσίας ἐστὶ διάνοια ὡσαύτως ἐπί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοουμένη καὶ κατ' οὐδὲν τὸ τοῦ πατρὸς ἄφθαρτον τῆς ἀφθαρσίας τοῦ υἱοῦ παραλλάσσει, οὔτε ὑφέσει τινὶ καὶ ἐπιτάσει οὔτε τινὶ ἄλλῳ διαφορᾶς τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὑρισκομένης, τοῦτο καὶ νῦν φημι εὔκαιρον εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἂν μηδεμίαν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐννοίᾳ τῷ πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν υἱὸν ἀκοινώνητον. 2.1.369 ὡς γὰρ περὶ τὸν πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἔστι καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ' οὗπερ ἂν λέγηται. τί οὖν μαθὼν μόνῳ προσμαρτυρεῖ τῷ ἀγεν νήτῳ θεῷ τὸ μὴ ἐξ ἐνεργείας εἶναι τὴν ἀφθαρσίαν αὐτῷ, ὡς διὰ τούτου τὴν κατὰ τοῦ μονογενοῦς παραλλαγὴν τοῦ 2.1.370 πατρὸς δεικνύων; εἰ μὲν γὰρ φθαρτὸν ὑποτίθεται τὸν 2.1.370 κτιστὸν ἑαυτοῦ θεόν, καλῶς τῇ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διαφορᾷ τὴν κατὰ φύσιν παραλλαγὴν ἀποδείκνυσιν· εἰ δὲ ἀνεπίδεκτος φθορᾶς ὡσαύτως ἑκάτερος καὶ οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον ἐν τῇ κατὰ φύσιν ἀφθαρσίᾳ κατα λαμβάνεται, πῶς δείκνυσι τοῦ πατρὸς πρὸς τὸν μονογενῆ υἱὸν τὸ ἀσύγκριτον; ἢ τί βούλεται τὸ μὴ ἐξ ἐνεργείας προσμαρτυρεῖσθαι τῷ πατρὶ τὸ ἄφθαρτον; 2.1.371 Ἀλλ' ἐκκαλύπτει τὸν σκοπὸν τῷ μετὰ ταῦτα λόγῳ. 20οὐκ ἐξ ἐνεργειῶν20, φησίν, 20ἄφθαρτός ἐστιν καὶ ἀγέννητος ὡς πατήρ τε καὶ δημιουργός20. τούτῳ μοι προσέχειν μάλιστα τὸν ἀκροατὴν ἀξιῶ. πῶς ταὐτὸν οἴεται τῶν δύο τούτων ὀνομάτων τὸ σημαινόμενον, τῆς δημιουργίας λέγω καὶ τῆς πατρότητος; ἐνέργειαν γὰρ εἶναι τούτων ἑκάτερον ἐπίσης ὁρίζεται σαφῶς οὕτω διαγορεύων τῷ λόγῳ, ὅτι ἄφθαρτος μὲν οὐκ ἐνεργείᾳ ἐστί, πατὴρ δὲ 2.1.372 καὶ δημιουργὸς ἐξ ἐνεργειῶν ὀνομάζεται. εἰ τοίνυν ταὐτόν ἐστι πατέρα τε καὶ δημιουργὸν αὐτὸν λέγεσθαι, τῷ τὴν ἐνέργειαν ἀμφοτέρων αὐτῷ γίνεσθαι τῶν ὀνομάτων αἰτίαν, ἀνάγκη πᾶσα καὶ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματα ὁμογενῶς ἔχειν ἀλλήλοις κατ' αὐτὸ τὸ ἐξ ἐνεργείας ὁμοίως εἶναι. τοῦτο δὲ πρὸς ποῖον βλασφημίας πέρας διὰ τῆς ἀκολου θίας ἐκφέρεται, παντὶ δῆλόν ἐστι τῷ ἐπισταμένῳ βλέπειν πρὸς τὸ ἀκόλουθον. ἐγὼ δ' ὅσα περὶ τούτων λογίζομαι, βούλομαι προσθεῖναι τῇ συνεξετάσει τῶν λόγων. οὐκ ἔστιν ἐνέργειαν ἀπεργαστικήν τινος πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνη σιν, οἷον ἐνεργεῖν τί φαμεν τὸν χαλκεύοντα, ἐνεργεῖσθαι δὲ 2.1.373 τὴν ἐκκειμένην ὕλην τῇ τέχνῃ. οὐκοῦν ἀναγκαίως ἔχει σχέσιν τινὰ ταῦτα πρὸς ἄλληλα, ἡ ἐνεργητικὴ καὶ ἡ παθη τικὴ δύναμις, ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον. εἰ γὰρ μὴ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. τί οὖν ἐκ τούτου κατα σκευάζεται; εἰ οὐ συνίσταται καθ' ἑαυτὴν ἡ ἐνέργεια ἡ ἀποτελεστική τινος πράγματος, μὴ ὑποκειμένου τοῦ πάσχον τος, ὁ πατὴρ δέ, καθὼς οὗτοί φασιν, οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια, παθητὸς ἄρα διὰ τούτων ὁ μονογενὴς υἱὸς ἀπο δείκνυται πρὸς τὴν κίνησιν τῆς ὑφιστώσης αὐτὸν ἐνεργείας 2.1.374 τυπούμενος. ὡς γὰρ τὸν τοῦ παντὸς δημιουργόν φαμεν παθητικήν τινα καὶ εὔεικτον ὕλην ὑποβαλόμενον ἐνεργὸν ἑαυτοῦ τὴν δημιουργικὴν οὐσίαν ποιῆσαι, ἐπὶ μὲν τῶν αἰσθη τῶν τὰς ποικίλας τε καὶ πολυειδεῖς τῷ ὑποκειμένῳ ποι ότητας πρὸς τὴν ἑκάστου τῶν γινομένων ἀπεργασίαν τεχνι κῶς ἐπιβάλλοντα, ἐπὶ δὲ τῶν νοητῶν ἕτερον τρόπον