231
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου», καὶ τὰ ἑξῆς. 9.5.3 τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ «τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ», ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τὸ «γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς»; πάλιν τε αὖ τὰς σκολιὰς ψυχὰς «εἰς εὐθείας» καὶ τὰς τραχείας «εἰς ὁδοὺς λείας» μετασκευάζουσα ἔφασκεν τοῖς αὐτοῖς· «ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας». 9.5.4 καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν «δόξαν» κυρίου, καὶ τὸ καλούμενον «σωτήριον τοῦ θεοῦ», οὐκ ἄλλον ὄντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων· «ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». 9.5.5 ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν· «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν». τὸν αὐτὸν δὲ εἶναι «τὸ σωτήριον τοῦ θεοῦ» καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». 9.5.6 οἷς συνᾴδει καὶ ὁ προφήτης εἰπών· «καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ» τὸ γὰρ «πᾶσα σὰρξ» ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν. 9.5.7 ὅπως δὲ ταῦτα τέλους ἔτυχεν καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ, μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον. Τί δ' ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσιν μηδ' ἐπ' αὐτῆς τῆς Ἱερουσαλήμ, ἀλλ' ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι. 9.5.8 ἀλλ' ὁ ἀκριβῶς εὐθέως ἐξετάζων, αὐτή γε ἡ προφητεία τί ποτ' ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ' αὐτὴν ἐδήλου, πεύσεται. πρὸς ὃν φήσομεν, ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου τῆς τε κατὰ τὸν Μωσέως νόμον λατρείας, ὅτε μηκέτ' αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ, ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται «τὴν ὁδὸν κυρίου», τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθαι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ' αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θεσπίζουσα. 9.5.9 ὧν ἐπιτελεσθέντων φησί· «πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ», δῆλον δ' ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται. 9.5.10 Ζητῶν δὲ παρ' ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι «βάπτισμα μετανοίας» πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολήν, πᾶσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος, οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλ' οὐδὲ τῆς κοινῆς μετεῖχεν τροφῆς· 9.5.11 γέγραπται γοῦν, ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας «ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ»· ἀλλὰ καὶ «τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον». 9.5.12 μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν