231
οὐχὶ ποιότησιν, ἀλλὰ προαιρετικαῖς ὁρμαῖς διαμορφοῦντα τὸ ὑπο κείμενον, οὕτως ἐξ ἀνάγκης εἰ ἐνέργειάν τις ὁρίζοιτο τὴν πατρότητα, οὐκ ἄλλως ἀποδείξει τοῦ υἱοῦ τὴν ὑπόστασιν, 2.1.375 μὴ κατά τινα παθητικὴν πάντως ἀπεργασθεῖσαν ὕλην. εἰ γὰρ ἀπαθὴς νομισθείη, ἀντίτυπος πάντως ἡ ἀπάθεια τῷ ἐνεργοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. ὡς δυοῖν θάτερον, ἢ παθη τὴν διὰ τούτων τοῦ μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσε βείας ὀκνοῦντες τὸ μηδὲ ὅλως αὐτὴν εἶναι κατασκευάσουσιν. 2.1.376 ὃ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ὑφ' ἑαυτοῦ πάντως προσίεται. ὁ τοίνυν ἐνεργείας τινὸς ἀποτέλεσμα τὸν υἱὸν ὀνομάζων ἕν τι καὶ τοῦτον τῶν παθη τῶν διορίζεται ὅσα δι' ἐνεργείας ἔσχε τὴν πρόοδον, ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. ἀλλ' ἐπειδὴ καθ' ἑκάτερον τῶν κατὰ τὸ διλήμματον προφαινομένων σαφὴς ἡ ἀσέβεια καὶ τὸ μὴ εἶναι λέγειν καὶ τὸ παθητὸν αὐτὸν οἴεσθαι, πρόδηλος ἡ 2.1.377 ἀλήθεια διὰ τῆς τῶν ἀτόπων ἀναιρέσεως ἀναφαινομένη. εἰ γὰρ καὶ ἀληθῶς ἔστι καὶ παθητὸς οὐκ ἔστι, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστίν, ἀλλ' ὡς εἰκὸς ἀληθινὸν εἶναι θεὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαθῶς ἐξ ἀϊδίου ἀπαυ γασθέντα τε καὶ ἐκλάμψαντα. ἀλλὰ 20κατ' αὐτὴν τὴν οὐσίαν20, φησίν, 20ἄφθαρτός ἐστιν ὁ θεός20. τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀΐδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοου 2.1.378 μένῳ ἀπεριόριστον; ἆρά τίς ἐστιν ὁ λέγων ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θείᾳ φύσει καὶ οὐ πᾶν ὅτιπέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμᾶσθαι καὶ ἐν αὐτῇ θεωρεῖσθαι, οὕτω τοῦ προφήτου λέγοντος Ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, παρ' αὐτοῦ ἐστι; συνάπτει δὲ τούτῳ τὸ 20καὶ 2.1.379 ἀγέννητον κατ' οὐσίαν εἶναι20. ἐγὼ δέ, εἰ μὲν οὕτω νοῶν τοῦτο λέγει, ὅτι ἀγεννήτως ἔστι τοῦ πατρὸς ἡ οὐσία, συντίθεμαι τῷ λεγομένῳ καὶ οὐκ ἀντιβαίνω τῷ δόγματι· οὐδὲ γάρ τις ὅλως τῶν εὐσεβούντων γεννητὸν εἶναι τὸν πατέρα τοῦ μονογενοῦς ὑποτίθεται· εἰ δὲ τοῦτο μὲν ἐνδεί κνυται κατὰ τὸ σχῆμα τοῦ λόγου, κατασκευάζει δὲ τὸ αὐτὴν 20τὴν ἀγεννησίαν20 οὐσίαν εἶναι, τοῦτό φημι δεῖν μὴ παραδραμεῖν ἀνεξέταστον, ὡς ἂν μὴ λάθοι τοὺς εὐεξα πατήτους πρὸς τὴν συγκατάθεσιν τῆς βλασφημίας ὑποποιού 2.1.380 μενος. ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. 20Κατ' αὐτήν20, φησί, 20τὴν οὐσίαν ἄφθαρτός ἐστι καὶ ἀγέννητος ἀμιγῆ καὶ καθαρὰν οὖσαν πάσης ἑτερότητος καὶ διαφορᾶς20. περὶ θεοῦ ταῦτα λέγει, οὗ τὴν οὐσίαν ἀφθαρσίαν τε καὶ ἀγεννησίαν εἶναί φησι. τρία τοίνυν ἐπὶ θεοῦ εἶπεν ὀνόματα, τὴν οὐσίαν, τὸ ἄ 2.1.381 φθαρτον, τὸ ἀγέννητον. εἰ μία τῶν τριῶν τούτων ὀνομά των ἐπὶ τοῦ θεοῦ ἐστιν ἡ ἔννοια, ἡ θεότης ταῦτα τὰ τρία πάντως ἐστίν· ὡς εἴ τις λέγοι τὸν ἄνθρωπον χαρακτηρίσαι βουλόμενος λογικὸν αὐτὸν εἶναι γελαστικόν τε καὶ πλατυώ νυχον· ἐφ' ὧν, διὰ τὸ μηδεμίαν κατὰ τὴν φύσιν ἐν ἑκάστῳ διαφορὰν εἶναι, ἰσοδυναμεῖν τε ἀλλήλοις τὰ ὀνόματα λέγομεν καὶ ἓν εἶναι τῷ ὑποκειμένῳ τὰ τρία, τὴν ἀνθρωπότητα τὴν 2.1.382 διὰ τῶν ὀνομάτων τούτων ὑπογραφεῖσαν. εἰ τοίνυν τοῦτό ἐστιν ἡ θεότης, ἡ ἀγεννησία τε καὶ ἡ ἀφθαρσία καὶ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην ἐν τῇ τοῦ ἑνὸς τούτων ἀφαι ρέσει † συναναιρεῖσθαι καὶ τὴν θεότητα. ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν προσείποι τις ἂν οὐδὲ ἄν θρωπον, οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου φημὶ καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἕν τι τῶν τριῶν μὴ ὑπάρχῃ, διεγράφη πάντως τῷ λείποντι καὶ ὁ τῆς θεό 2.1.383 τητος λόγος. οὐκοῦν ἀποκρινάσθω τίνα περὶ τοῦ μονο γενοῦς θεοῦ ἔχει τὴν δόξαν. γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; γεννητὸν ἐρεῖ πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. εἰ οὖν ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, δι' ὧν ἡ θεότης γνωρίζεται, ᾧ μὴ πρόσεστι τὸ ἀγέν