232
τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς καὶ ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ' ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ τὸν μηδὲ ἐν χρείᾳ τροφῆς γινόμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου»· κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφῆς Μάρκος ὁ εὐαγγελιστής. 9.5.13 καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων· ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμᾶς μήτε ἐσθίων μήτε πίνων, «καὶ λέγετε, δαιμόνιον ἔχει»· 9.5.14 τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς τἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ' αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσιν θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέτρεχον πανταχόθεν ἐπὶ τὴν δι' αὐτοῦ κηρυττομένην τῆς ψυχῆς κάθαρσιν. 9.5.15 μέμνηται δὲ τῆς κατ' αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον· «τισὶν δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φαίνεσθαι.» 9.6.1 Ἀπὸ τοῦ αὐτοῦ. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.» 9.6.2 οἷς ἐπιλέγει· «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ». 9.6.3 Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφανῶς παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εὐαγγελίζεται, οὐχ ἁπλῶς οὐδὲ τὴν τυχοῦσαν ἀλλ' ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ, 9.6.4 ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα· «ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων», «καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ». 9.6.5 τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». 9.6.6 σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας. οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. Πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησιν τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου. 9.6.7 τίς δὲ ἔστιν «ἡ δόξα τοῦ Λιβάνου» ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένη λατρεία, ἣν