232
νητον, συναφῄρηται τούτου πάντως ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, ὧν μὴ παρόντων καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. οὐκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ 2.1.384 βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατήντησεν. εἰ γὰρ κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται ἐπὶ τοῦ θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ' αὐτοῦ κτισθέντα υἱὸν φθαρτόν τε γινώσκων διὰ τὸ μὴ γινώσκειν ἀγέννητον, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, ᾧ οὐκ ἐνθεωρεῖται τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, εἴπερ ταὐτὸν τὸ ἀγέννητόν τε 2.1.385 καὶ ἄφθαρτον τῇ οὐσίᾳ οἴεται. ἀλλ' ἐπειδὴ πρόδηλος ἐν τούτοις ἐστὶν ἡ ἀπώλεια, συμβουλευσάτω τις τοῖς δειλαίοις ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν, ἀλλὰ συντίθεσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον ἄν τις διὰ τῶν ἀντιδιαστελλομένων νοήσειε. 2.1.386 τό τε γὰρ ἀγέννητον τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ ἐξευρίσκομεν καὶ τὸ ἄφθαρτον τῇ πρὸς τὸ φθαρτὸν παρα θέσει γνωρίζεται καὶ ἡ οὐσία τῇ πρὸς τὸ ἀνυπόστατον παραλλαγῇ θεωρεῖται. ὡς γὰρ ὃ μὴ ἐγεννήθη ἀγέννητον λέγεται καὶ ὃ μὴ φθείρεται ἄφθαρτον, οὕτως καὶ τὸ μὴ ἀνύπαρκτον οὐσίαν κατονομάζομεν, καὶ τὸ ἔμπαλιν ὡς τὸ γεννητὸν οὐκ ἀγέννητον λέγομεν καὶ τὸ φθαρτὸν οὐκ ἄφθαρτον ὀνομάζομεν, οὕτω καὶ τὴν οὐσίαν ἀνύπαρκτον εἶναι οὐ λέγομεν. οὐκοῦν οὐσία μὲν ἐν τῷ εἶναί τι κατα νοεῖται, τὸ δὲ φθαρτὸν ἢ τὸ ἄφθαρτον ἐν τῷ ποδαπὸν εἶναι, τὸ δὲ γεννητὸν ἢ ἀγέννητον ἐν τῷ πῶς εἶναι. ἄλλος οὖν ὁ τοῦ εἶναι λόγος καὶ ἕτερος ὁ τὸ πῶς ἢ τὸ ποῖον δι' ἑαυτοῦ σαφηνίζων. 2.1.387 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ προκειμένῳ ἡμῖν ἐμφιλοχωρῆσαι νοήματι. τὰ γὰρ ὅσα πρὸς ἀνατροπὴν τῶν περὶ τῆς ἐπινοίας τῷ διδασκάλῳ τεθεωρημένων ὑπὸ τοῦ λογογράφου καθάπερ τις χυμὸς φλεγματώδης ἐξήμεσται, τοιαῦτά ἐστιν ὡς μηδένα κίνδυνον παρέχειν τοῖς ἐντυγχά νουσι, κἂν σφόδρα τις ἠλίθιος ὢν καὶ εὐπαράγωγος τύχῃ. 2.1.388 τίς γὰρ οὕτως ἔξω διανοίας ἐστὶν ὥστε τὰ ὑποδειγματικῶς περὶ τοῦ σίτου παρὰ τοῦ διδασκάλου τεθέντα, δι' ὧν οἱονεὶ τέχνην τινὰ καὶ ἔφοδον πρὸς τὴν τῶν ὑψηλῶν θεωρίαν τῷ ἀκροατῇ ὑπετίθετο, ταῦτα ψιλῶς τοῦ Εὐνομίου τοῖς περὶ τῆς οὐσίας τοῦ θεοῦ τῶν ὅλων ἐφαρμόζοντος λόγοις οἰηθῆναί τι λέγειν αὐτὸν καὶ μετά τινος ἀγχινοίας κατὰ τῆς ἀλη 2.1.389 θείας τεχνάζεσθαι; τὸ γὰρ φάσκειν αὐτὸν πρεπωδεστάτην αἰτίαν ἐπὶ τοῦ θεοῦ τοῦ γεννῆσαι τὸν υἱὸν εἶναι τὴν ἀδέσποτον ἐξουσίαν καὶ τὴν ἀνυπέρβλητον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἔστιν εἰπεῖν, καὶ τοῦτο ὡς πρέπον ἐπὶ τῆς τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως τὸν σεμνὸν θεο λόγον ἐκτίθεσθαι, ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομαζόν των γενέσεως ἀγέννητον ἢ πατέρα ἢ τὰ λοιπὰ τῶν ὀνομά των προσαγορεύεσθαι τὸν θεόν, καθάπερ δεδιότα μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος ἑαυτὸν ἀγνοήσειεν ἢ εἰς λήθην ἑαυτοῦ πέσοι τῇ σιωπῇ τοῦ ὀνό ματος ὅ ἐστιν ἀγνοήσας, ἥ τε χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμύ τε καὶ ἀγχίνουν ἔχει· δι' ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθητῆς τε καὶ νοητῆς φύσεως γεγονὼς πατήρ πως περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασθῇ ἐπινοίας. 2.1.390 20Οὐκ ὀνομαζόμενος20, ὥς φησιν ἐκεῖνος, 20οὔτε ὑπὸ τοῦ υἱοῦ οὔτε ὑπὸ τῶν δι' ἐκείνου γενομένων νοη τῶν οὐσιῶν20. οὐδένα γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεστὸν ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς υἱὸς ὁ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ τὸν πατέρα βλέπων ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν οὐκ ἐπιδέεται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸ τὰ τοῦ θεοῦ βάθη διερευνώ μενον διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητου μένου γνῶσιν ἐνάγεται, οὔτε ἡ