233
παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας «ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε», καὶ «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», ἐπὶ τὴν ἔρημον τοῦ Ἰορδάνου μετατέθεικεν τὴν δόξαν τῆς Ἱερουσαλήμ, τῆς κατ' εὐσέβειαν ἀγωγῆς οὐκ ἐπὶ Ἱερουσαλὴμ ἀλλ' ἐπὶ τῆς ἐρήμου συντελεῖσθαι ἀρξαμένης ἀπὸ τῶν Ἰωάννου χρόνων. 9.6.8 ὡσαύτως δὲ καὶ «ἡ τιμὴ» τοῦ νόμου τῶν τε κατ' αὐτὸν σωματικώτερον νενομοθετημένων δέδοται τῇ ἐρήμῳ τοῦ Ἰορδάνου διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ὅτι μηκέτ' ἐπὶ τῆς Ἱερουσαλὴμ προσέφευγον οἱ τῆς κατὰ ψυχὴν θεραπείας δεόμενοι, ἀλλ' ἐπὶ τὴν ὀνομαζομένην ἔρημον, τῆς ἐν αὐτῇ κηρυττομένης ἀφέσεως τῶν ἁμαρτημάτων ἕνεκεν. 9.6.9 οἶμαι δὲ καὶ τοῦ σωτῆρος ἡμῶν τὴν ἐπὶ τὸ βάπτισμα παρουσίαν δηλοῦσθαι διὰ τοῦ «καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ». τότε γὰρ καὶ ὤφθη τοῦ σωτῆρος ἡμῶν ἡ δόξα, ὅτε «βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ μένον ἐπ' αὐτόν», ὅτε καὶ «φωνὴ ἐκ τῶν οὐρανῶν» ἠκούσθη «λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». 9.6.10 ἀλλὰ καὶ πᾶς ὁ γνησίως ἐπὶ τὸ τοῦ λουτροῦ παριὼν μυστήριον, τὴν περὶ τοῦ Χριστοῦ παραλαβὼν θεολογίαν, τὴν δόξαν αὐτοῦ θεάσεται, λέξων ἂν ὁμοίως τῷ Παύλῳ· «εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». 9.7.1 Ἀπὸ Ψαλμοῦ ʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου· ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτὸν ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· 9.7.2 ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σύ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· 9.7.3 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδαν σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» 9.7.4 Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ' ὃ ἐνηνθρώπει ἐπινοούμενος «ὁ κατοικῶν» λέγεται «ἐν βοηθείᾳ τοῦ ὑψίστου», «ἐν σκέπῃ τοῦ θεοῦ» καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ' ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, «θηρευτῶν» νῦν ὀνομαζομένων, ὁπηνίκα οἷά τις κοινὸς ἄνθρωπος «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», «καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν», ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, «μετὰ τῶν θηρίων». 9.7.5 ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας ψαλμός, πρὸς τὸν «ἐν βοηθείᾳ τοῦ ὑψίστου» κατοικοῦντα λέγων· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα»; οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτόν, ἀλλὰ «καὶ ἀπὸ λόγου ταραχώδους» φησίν. 9.7.6 τίς δ' ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον; 9.7.7 Τὸ δ' αἴτιον τοῦ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις