1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

234

ἄρχουσιν δι' οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθών, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας «λέοντα καὶ δράκοντα», καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, «ἀρχάς» τε καὶ «ἐξουσίας», καὶ δὴ καὶ τοὺς λεγομένους «κοσμοκράτορας τοῦ σκότους τούτου», τά τε «πνευματικὰ τῆς πονηρίας», πάντα δὴ οὖν ταῦτα τὸ μηθὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον «τῷ λόγῳ τοῦ στόματος αὐτοῦ» μακρὰν ἀποσοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντικειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσιν προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἱ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ;» 9.7.8 Ταῦτα μὲν οὖν περὶ τῶνδε. τὰ δ' ἑξῆς τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ τοῦ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι» δηλονότι ὁ ὕψιστος, «καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ». καὶ ἐπειδήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ «ἀπὸ βέλους πετομένου ἡμέρας», 9.7.9 καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ «ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου», περὶ δὲ τῶν ἐν ἡμέρᾳ «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ». 9.7.10 εἶτ' ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτόν, καὶ αἱ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιά, εἰκότως αὐτῷ ἐπιλέγεται· «πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ», «κλίτους» ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος «τοῦ ἀριστεροῦ», τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ ἐπειδὴ ὅλη μυριὰς ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἑξῆς εἴρηται· «πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει». 9.7.11 Καὶ ἔσται ταῦτα, φησίν, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ἐπειδήπερ σὺ αὐτός, ὦ «κύριε», ὃς τυγχάνεις ὢν ἡ ἐμὴ «ἐλπίς», «τὸν ὕψιστον ἔθου καταφυγήν σου». 9.7.12 ἔνθα καὶ ἐπιστήσεις, τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα, θεὸν ὕψιστον. 9.7.13 διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξει σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». 9.7.14 καὶ ἐπιμελῶς γε τήρει, τίνα τρόπον ἐν τῷ «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου» τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», μονονουχὶ λέγων ὅτι σὺ αὐτός, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδώς, ἐκεῖνον αὐτὸν «ἔθου καταφυγήν σου». 9.7.15 ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ «ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ,