234
τῶν σημαινόντων, ῥημά 2.1.399 των δηλαδὴ καὶ ὀνομάτων20. τοσαύτη <ἡ> παρα φροσύνη τοῦ λογογράφου, ὡς μὴ ἐξαρκεῖν ἡγεῖσθαι τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ θεοῦ δύναμιν πρὸς πᾶσαν μέθοδον λογικῆς ἐνεργείας, ἀλλ' εἰ μὴ τὰ καθ' ἕκαστον μάθοιεν, καθάπερ οἱ τὴν Ἑβραίων ἢ τὴν Ῥωμαίων φωνὴν διὰ λέξεων διδασκόμενοι, ἀγνοεῖν τὰ πράγματα ὅ τι ἐστί, μὴ τὸ πῦρ, μὴ τὸ ὕδωρ, μὴ τὸν ἀέρα, μὴ τὰ λοιπὰ τῶν ὄντων ἐπιγινώσκοντας, εἰ μὴ διὰ τῶν ἐπικειμένων αὐτοῖς 2.1.400 ὀνομάτων τὴν περὶ τούτων γνῶσιν ἐκτήσαντο. ἡμεῖς δέ φαμεν ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας καὶ τὸ λογικὸν τοῦτο πλάσμα ζῳοπλαστήσας μόνῳ τῷ ἐφεῖναι τῇ φύσει 2.1.401 τὸν λόγον πᾶσαν τὴν δύναμιν τὴν λογικὴν ἐναπέθετο. καὶ ὥσπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλά σαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες ἀφ' ἑαυτῶν πρὸς ὃ πέφυκε τῶν αἰσθητηρίων ἓν ἕκαστον, πρὸς τοῦτο κεχρήμεθα καὶ οὐ δεόμεθα οὔτε τοῦ τὰ χρώματα κατονομάσαντος, ὧν ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδά σκαλος) οὔτε ὧν διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς γεύσεως ἢ διὰ τῆς ἁφῆς αἰσθανόμεθα ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἴκοθεν ἔχοντες ἑκάστου τῶν κατ' αἴσθησιν ἐγγινο μένων ἡμῖν τὸ κριτήριον· οὕτω φαμὲν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ θεοῦ γενομένην ἀφ' ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι καὶ πρὸς τὰ πράγματα βλέπειν, καὶ ὡς ἂν μηδεμίαν σύγχυσιν ἡ γνῶσις πάθοι, καθάπερ σήμαντρά τινα τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ 2.1.402 τῶν πραγμάτων ἐπιβάλλειν. πιστοῦται δὲ τὸ τοιοῦτον δόγμα καὶ ὁ μέγας Μωϋσῆς εἰπὼν παρὰ τοῦ Ἀδὰμ ἐπιτεθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὑτωσὶ γράψας τῷ ῥήματι· Καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ· καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 2.1.403 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέ κολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρα κατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι. πῶς γὰρ ἄν τις παραδράμοι τὴν σπουδαίαν ἐκείνην καὶ πεφροντισμένην φιλοσοφίαν, ἐν οἷς φησι 20μὴ μόνον τοῖς ποιήμασιν ἐμφαίνεσθαι τὴν τοῦ δημιουργοῦ μεγαλοπρέπειαν, ἀλλὰ καὶ τοῖς ὀνόμασι δια δείκνυσθαι τὴν τοῦ θεοῦ σοφίαν οἰκείως καὶ προσφυῶς ἑκάστῳ τῶν γενομένων τὰς προση 2.1.404 γορίας ἁρμόσαντος20; ταῦτα Κρατύλῳ τάχα τῷ Πλατω νικῷ διαλόγῳ ἢ αὐτὸς ἐντυχὼν ἤ τινος τῶν ἐντετυχηκότων ἀκούσας διὰ τὴν πολλήν, οἶμαι, πτωχείαν τῶν νοημάτων ἐρράπτει τοῖς ἰδίοις λήροις τὰς ἐκεῖ φλυαρίας, ὅμοιόν τι ποιῶν 2.1.405 τοῖς τὴν τροφὴν ἐκ προσαιτήσεως ἑαυτοῖς συναγείρουσιν. ὡς γὰρ ἐκεῖνοι βραχύ τι παρ' ἑκάστου τῶν ὀρεγόντων δεχόμενοι ἐκ ποικίλων τε καὶ πολυειδῶν τὴν τροφὴν ἑαυτοῖς ἐρανί ζουσιν, οὕτω καὶ ὁ τοῦ Εὐνομίου λόγος διὰ τὴν τοῦ ἀλη θινοῦ ἄρτου πενίαν τὰς πανταχόθεν ψίχας ῥημάτων τε καὶ ὀνομάτων τῷ ἰδίῳ συνερανίζει πόνῳ καὶ τούτου χάριν περι κτυπηθεὶς τῇ καλλιφωνίᾳ τῆς Πλατωνικῆς λέξεως πρέπειν οἴεται δόγμα τῆς ἐκκλησίας τὴν ἐκείνου φιλοσοφίαν ποι 2.1.406 ήσασθαι. πόσαις γάρ, εἰπέ μοι, φωναῖς κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἡ τοῦ στερεώματος κατονομάζεται κτίσις; ἡμεῖς οὐρανὸν τοῦτο λέγομεν, σαμαεὶμ ὁ Ἑβραῖος, ὁ Ῥω- μαῖος καίλουμ καὶ ἄλλως ὁ Σύρος ὁ Μῆδος ὁ Καππαδόκης ὁ Μαυρούσιος ὁ Θρᾷξ ὁ Αἰγύπτιος, οὐδὲ ἀριθμῆσαι ῥᾴδιον τὰς τῶν ὀνομάτων διαφοράς, ὅσαι κατὰ ἔθνος περί τε τοῦ οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων οὖσαι τυγχάνουσιν. 2.1.407 ποῖον οὖν, εἰπέ, τούτων τὸ προσφυές ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ θεοῦ διαδείκνυται; ἂν τὸ Ἑλλη νικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεταί σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος· κἂν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νείμῃς, ἀντιπαρεξάγει ὁ Σύρος τὴν ἰδίαν φωνήν· οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων