235
ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν». 9.7.16 ἐπειδὴ τοίνυν σύ, ὦ κύριε, «τὸν ὕψιστον ἔθου καταφυγήν σου», τούτου χάριν αὐτὸς ὁ ὕψιστος, φησί, «ῥύσεταί» σε «ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι». διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ» οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλ' οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων. 9.7.17 ἐπεὶ γὰρ «σύ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διὰ τοῦτο «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου». «μάστιγας» δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκηνώματι τοῦ Χριστοῦ, τουτέστιν τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησιν. 9.7.18 πῶς γάρ, ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνεν; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ ∆αβίδ ποτε ὤμοσεν τῷ κυρίῳ καὶ ηὔξατο τῷ θεῷ Ἰακώβ, λέγων· «εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ». 9.7.19 καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο τὸ «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», καὶ τὸ «αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου», καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε», καὶ τὸ «ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». 9.7.20 ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσοι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ ὅπερ δι' ἡμᾶς ἀνείληφεν, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς· ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν· «ὅτι σύ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου. 9.7.21 οὐ μεταχθήσεται πρὸς σὲ κακά, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου», ὁ δὲ Σύμμαχος· «σὺ γάρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου. 9.7.22 οὐ κατισχύσει σου κακόν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς». οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς· ἐπὶ χειρῶν ἀροῦσί σε» δηλαδὴ σὲ τὸν κύριον, «μήποτε» σὺ ὁ κύριος «προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». 9.7.23 ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται, ὅτε παραλαβὼν αὐτὸν «εἰς τὴν ἁγίαν πόλιν, ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἶπεν· «γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου». 9.7.24 Εἶτ' ἐπεὶ ἐν τῷ πειρασμῷ «μετὰ τῶν θηρίων» κατὰ τὸν εὐαγγελιστὴν διέτριβεν, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ ψαλμοῦ προφητεία, τὰ εἴδη τῶν θηρίων αἰνιττομένη, φησίν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα». 9.7.25 αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον καὶ τὰς μετ' αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. 9.7.26 τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῷ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὐτοῦ «τὴν ἐξουσίαν» αὐτὸς «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων» δωρεῖται, οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο. μόνου γὰρ ἦν αὐτοῦ τὸ τὰς χείρους ἐν πονηρίᾳ