235
ὑφήσεται καὶ ὁ Μῆδος οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεύειν καὶ ἐκ τῶν λοιπῶν ἐθνῶν ἕκαστος τὰ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἀξιώσει 2.1.408 πρωτεύειν. τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; 20ἀλλ' ἐκ τούτων20, φησί, 20καθάπερ νόμων ἐμφανῶς κειμέ νων δηλοῦται τὸ τὸν θεὸν ταῖς φύσεσι πρε πούσας καὶ καταλλήλους ποιεῖσθαι τὰς κλή 2.1.409 σεις20. ὢ τῆς μεγαλοφυΐας τοῦ δόγματος. οἵας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανεῦσι φθονοῦσιν οἱ ἄνθρωποι. καὶ γὰρ ἐκείνοις συγχωροῦμεν ὀνοματοποιεῖν τὰς ἐνεργείας περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδεὶς αὐτοὺς ταῖς ἰσοθέοις τιμαῖς ἀπε σέμνυνεν, ὅτε ποδάνιπτρα καὶ ψιλέθειρα καὶ χειρόμακτρα καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ' αὐτῶν ὀνόματα τίθενται, 20προσφυῶς20 δηλοῦντα τῇ ἐμφάσει τῶν ῥημάτων τὸ ὑποκείμενον. 2.1.410 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν <τὴν> ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ τὰς τυχαίας τῶν ὄντων γενέσεις συγγενῶς ἔχειν λέγων πρὸς τὸ διὰ τῆς ἐπινοίας δηλούμενον. ὢ πῶς ἐνόησε τὸν Ἐπίκουρον. εἰ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς τῇ λογικῇ δυνάμει τῆς φύσεως ἡμῶν ἀνατίθεμεν, διὰ τοῦτο τὰ ἀμερῆ σώματα καὶ τὰς τῶν ἀτόμων ἀντεμπλοκὰς καὶ συγκρούσεις καὶ ἀποπάλσεις καὶ τὰ τοιαῦτα κατ' Ἐπίκουρον λέγοντες ἐλεγχό 2.1.411 μεθα. σιγάσθω καὶ ὁ προστάτης αὐτοῦ καὶ σύμμαχος τῶν δογμάτων Ἀριστοτέλης, οὗ τὴν δόξαν ἐν τοῖς ἐφεξῆς φησι τοῖς τῆς ἐπινοίας λόγοις συμφέρεσθαι. 20ἐκείνου γάρ20 φησιν 20εἶναι τὸ δόγμα τὸ μὴ διὰ πάντων τῶν ὄντων διήκειν τὴν πρόνοιαν μηδὲ μέχρι τῶν περιγείων διαβαίνειν πραγμάτων, ὅπερ οὗτος σύμφωνον τοῖς κατὰ τὴν ἐπίνοιαν ἐξητασμέ νοις εἶναι20 διϊσχυρίζεται. οὕτως ἐστὶ κρίνειν ἐπεσκεμ μένος δι' ἀκριβείας τὰ δόγματα. ἀλλὰ προϊὼν 20χρῆναί20 φησιν 20ἢ μηδὲ τὴν γένεσιν τῶν ὄντων τῷ θεῷ συγχωρεῖν ἢ δόντας ταύτην μὴ παραιρεῖσθαι 2.1.412 τὴν τῶν ὀνομάτων θέσιν20. καὶ μὴν καὶ περὶ τῶν ἀλόγων, καθὼς φθάσαντες εἰρήκαμεν, τὸ ἐναντίον παρὰ τῆς γραφῆς διδασκόμεθα, ὅτι οὔτε ἐποίησεν ὁ Ἀδὰμ τὰ ζῷα οὔτε ὠνόμασεν ὁ θεός, ἀλλὰ παρὰ τοῦ θεοῦ μὲν ἡ γένεσις, παρὰ δὲ τοῦ ἀνθρώπου τῶν γεγονότων ἡ κλῆσις, 2.1.413 ὡς ὑπὸ τοῦ Μωϋσέως ἱστόρηται. εἶτα λόγων ἡμῖν ἐγκώ μιον τῷ ἰδίῳ διέξεισι λόγῳ, ὥσπερ ἀτιμάζοντός τινος τοῦ λόγου τὴν δύναμιν, καί φησι μετὰ τὴν ἀσύφηλον ἐκείνην καὶ στομφώδη τῶν ῥημάτων συνθήκην 20προνοίας νόμῳ καὶ μέτρῳ τελείῳ συνάψαι τῇ γνώσει καὶ τῇ χρήσει τῶν ἀναγκαίων τὴν μετάδοσιν τῶν ὀνο μάτων20· καὶ πολλὰ τοιαῦτα ἐν βαθεῖ τῷ ὕπνῳ ληρήσας ἐπὶ τὴν ἄμαχόν τε καὶ ἀνανταγώνιστον ἀνάγκην μεταβαίνει 2.1.414 τῷ λόγῳ. λέξω δὲ οὐκ ἐπὶ ῥημάτων, ἀλλ' ἐπὶ μόνης τῆς διανοίας τὸν παρ' ἐκείνου λόγον ἐκθέμενος. 20οὐ ποιηταῖς20, φησίν, 20ἀναθετέον τὴν τῶν ῥημάτων εὕρεσιν τοῖς διαψευσθεῖσιν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσιν20. οἷα χαρίζεται τῷ θεῷ ὁ γεννάδας τὰ τῆς ποιητικῆς ἐξου σίας εὑρήματα τῷ θεῷ προσάπτων, ὥστε διὰ τούτου σεμ νότερον τοῖς ἀνθρώποις καὶ ὑψηλότερον τὸν θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύωσιν οἱ Εὐνομίῳ μαθητευόμενοι τὸ λι κριφὶς καὶ τὸ κάρκαιρε καὶ τὸ εὐρὰξ καὶ τὸ κέραιρε καὶ τὸ φῦ χειρὶ καὶ σίζε καὶ δούπησε καὶ ἀράβησε καὶ κανάχιζε καὶ σμερδαλέον κονάβιζε καὶ λίγξε καὶ ἴαχε καὶ μερμήριξε καὶ πάντα τὰ τοιαῦτα ὅτι οὐ κατ' ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιηταὶ διεξέρχονται, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγούμενοι τοῖς 2.1.415 μέτροις ἐνείρουσι. παρείσθω καὶ ταῦτα καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἄμαχον ἐπιχείρημα τὸ 20τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι κατὰ τὴν γραφικὴν ἱστορίαν καινὰς ἐπεξευρόντας φω νάς20. εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις καὶ οὔπω τῇ χάριτι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ' αὐτῶν ἐπιζητεῖσθαι 2.1.416 τὴν τοῦ λείποντος πλήρωσιν· εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεὴς καὶ τελεία κατὰ τὴν λογικήν τε