236
δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν. 9.8.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστής, θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος.» 9.8.2 Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε» γοῦν «ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν», ὅτι «ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 9.8.3 παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς, καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 9.8.4 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 9.8.5 καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, κοικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.» 9.8.6 Ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν, τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθαλείμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστα ἐποιήσατο διατριβὰς ἢ τῆς ἁπάντων τῶν ἐθνῶν κλήσεως προοίμια καταβαλλόμενος; ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὐτοῦ μαθητὰς ἀνακέκλητο. 9.8.7 διὸ μετὰ βραχέα τοῦ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην «ἀπὸ Βηθσαϊδᾶ» ὡρμᾶτο «ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου»· καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ' αὐτῷ τῷ εὐαγγελιστῇ «γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οἶνον μετασκευάσας «ἀρχὴν» αὐτόθι «τῶν σημείων» ἐποιήσατο, ὅτε «καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταί». 9.8.8 θέα δὲ εἰ μὴ αὐτὸ τοῦτο πρῶτον τοῦ σωτῆρος ἡμῶν