236
καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἔτι κατὰ τὸ εὔκολον ἐπιζητοίη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου τὸ τοὺς ἁγίους κατάρξαι φωνῶν ἢ ῥημάτων, ἢ εἰ μὴ τοῦτο ἔχοιμεν ἀποδεῖξαι, ἱκανὴν ἑαυτῷ κρίνειν ἀπόδειξιν τοῦ τὸν θεὸν ἡμῖν νενομοθετηκέναι τὰς τοιάσδε συλλαβὰς καὶ τὰ ῥήματα; 2.1.417 20Ἀλλ' ἐπειδή20, φησίν, 20οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγματι τεθεῖσθαι προσηγο ρίας20. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; τοῦ μὲν καταδέ χεσθαι τὸν θεὸν τὴν πρὸς ἄνθρωπον ὁμιλίαν αἰτίαν εἶναι 2.1.418 τὴν φιλανθρωπίαν διοριζόμεθα. ἐπεὶ δὲ οὐκ ἐνδέχεται τὸ τῇ φύσει βραχὺ τῶν ἰδίων μέτρων ὑπεραρθῆναι καὶ τῆς ὑπερεχούσης φύσεως τοῦ ὕψους ἐφάψασθαι, τούτου χάριν αὐτὸς πρὸς τὸ ἡμέτερον ἀσθενὲς κατάγων τὴν φιλάνθρωπον δύναμιν, ὡς ἡμῖν δυνατὸν ἦν δέξασθαι, οὕτω τὴν παρ' 2.1.419 ἑαυτοῦ χάριν καὶ ὠφέλειαν νέμει. καθάπερ γὰρ κατὰ τὴν θείαν οἰκονομίαν ὁ ἥλιος τὸ σφοδρὸν τῶν ἀκτίνων καὶ ἄκρατον τῷ διὰ μέσου κατακεράσας ἀέρι σύμμετρον ἐπάγει τοῖς δεχομένοις τὴν αὐγήν τε καὶ τὴν θερμότητα, καθ' ἑαυτὸν ὢν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν ἀπροσπέλαστος, οὕτω καὶ ἡ θεία δύναμις καθ' ὁμοιότητα τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἀπειροπλασίως ὑπεραίρουσα τὴν φύσιν ἡμῶν καὶ ἀπρόσιτος εἰς μετουσίαν οὖσα οἷόν τις μήτηρ εὔσπλαγχνος τοῖς ἀσήμοις τῶν νηπίων κνυζήμασι συνδια ψελλιζομένη τοῦτο νέμει τῇ ἀνθρωπίνῃ φύσει ὃ λαβεῖν δυ νατῶς ἔχει, καὶ διὰ τοῦτο ἐν ταῖς ποικίλαις πρὸς τοὺς ἀνθρώπους θεοφανείαις καὶ κατὰ ἄνθρωπον σχηματίζεται καὶ ἀνθρωπικῶς φθέγγεται καὶ ὀργὴν καὶ ἔλεον καὶ τὰ τοιαῦτα ὑποδύεται πάθη, ὡς ἂν διὰ πάντων τῶν καταλλή λων ἡμῖν χειραγωγοῖτο ἡ νηπιώδης ἡμῶν ζωή, διὰ τῶν τῆς 2.1.420 προνοίας λόγων τῆς θείας φύσεως ἐφαπτομένη. ὅτι γὰρ οὐδενὶ πάθει τῶν καθ' ἡδονὴν ἢ κατ' ἔλεον ἢ ὀργὴν συμ βαινόντων εὐαγές ἐστιν ὑποκεῖσθαι τὸ θεῖον οἴεσθαι, οὐδεὶς <ἂν> ἀντείποι τῶν καὶ μετρίως ἐπεσκεμμένων τὴν περὶ τῶν ὄντων ἀλήθειαν· ἀλλ' ὅμως καὶ εὐφραίνεσθαι κύ ριος λέγεται ἐπὶ τοῖς δούλοις αὐτοῦ καὶ ὀργίζεσθαι θυμῷ ἐπὶ τὸν ἐπταικότα λαὸν καὶ ἐλεεῖν πάλιν ὃν ἂν ἐλεήσῃ καὶ οἰκτείρειν ὡσαύτως, δι' ἑκάστου οἶμαι τῶν τοιούτων ῥημά των τοῦτο τοῦ λόγου ἡμᾶς παιδεύοντος, ὅτι διὰ τῶν ἡμετέ ρων ἰδιωμάτων ἡ τοῦ θεοῦ πρόνοια τῇ ἀσθενείᾳ ἡμῶν ἐπιμίγνυται, ὡς ἂν οἵ τε πρὸς ἁμαρτίαν ῥέποντες φόβῳ τῆς τιμωρίας ἑαυτοὺς τῶν κακῶν ἀνέχοιεν οἵ τε προειλημ μένοι μὴ ἀπογινώσκοιεν τὴν ἐκ μεταμελείας ἐπάνοδον πρὸς τὸν ἔλεον βλέποντες, καὶ οἱ δι' ἀκριβοῦς πολιτείας κατορ θοῦντες τὸν βίον μᾶλλον ταῖς ἀρεταῖς ἐπαγάλλοιντο, ὡς εὐφραίνοντες τῷ ἰδίῳ βίῳ τὸν τῶν ἀγαθῶν γινόμενον ἔφορον. 2.1.421 ὥσπερ δὲ οὐκ ἔστι κωφὸν ὀνομάσαι τὸν διὰ σχημάτων τῷ κωφῷ καθὼς ἐπαΐειν πέφυκεν ὁμιλοῦντα, οὕτως οὐδὲ ἀν θρώπινον λόγον περὶ τὸν θεὸν οἰηθῆναι, ἐπειδὴ πρὸς ἀν θρώπους αὐτῷ κατ' οἰκονομίαν ἐχρήσατο. καὶ γὰρ ἡμεῖς κλωγμῷ καὶ ποππυσμῷ καὶ συρίγματι τὰ ἄλογα διευθύνειν εἰώθαμεν, ἀλλ' οὐ τοῦτο ἡμῖν ὁ λόγος ἐστὶν ᾧ τῆς τῶν ἀλόγων ἀκοῆς καθικνούμεθα, ἀλλὰ πρὸς μὲν ἡμᾶς αὐτοὺς τῇ φύσει κεχρήμεθα, τοῖς δὲ ἀλόγοις ὁ κατάλληλος ψόφος καὶ ὁ ποιὸς διὰ τοῦ σχήματος ἦχος πρὸς τὴν χρείαν ἐξήρ κεσεν. 2.1.422 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτα τος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία γενέσθαι ἀπέσχετο. τοσοῦτον αὐτῷ περίεστι τῆς φιλανθρωπίας ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἑκουσίως εἰς πεῖραν ἐλθεῖν. ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν καταδεξά μενος πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων, φημὶ δὲ τοῦ 2.1.423 λόγου, τὴν μετουσίαν ὤκνησεν; ἀλλὰ τὸν ∆αβὶδ εἰς συνηγορίαν προβάλλεται καί φησιν 20ἐκεῖνον λέγειν παρὰ τοῦ θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν20. ἐγὼ δὲ πρόδηλον μὲν