1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

237

θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας γενόμενον ἐπὶ τῆς τοῦ οἴνου μεταβολῆς θεσπίζων ἐν ἀρχῇ τῆς προφητείας παρίστησιν ὁ παρὼν λόγος, φάσκων· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, Γαλιλαία τῶν ἐθνῶν». 9.8.9 εἰ δὲ σύμβολον ἦν τὸ παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος ἐκ τῆς σωματικωτέρας ἐπὶ τὴν νοερὰν καὶ πνευματικὴν εὐφροσύνην τοῦ πιστικοῦ τῆς καινῆς διαθήκης κράματος, ὅρα μήποτε καὶ τοῦτο τοῖς περὶ τῆς Γαλιλαίας δηλουμένοις ἀκολούθως ᾐνίττετο, θεσπίζων ὡς ἄρα μελλήσουσιν ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ πρώτιστοι πάντων οἱ τὴν Ζαβουλὼν καὶ Νεφθαλεὶμ οἰκοῦντες, ἀλλ' οὐχ οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ, τοῦ πόματος τοῦ εὐαγγελικοῦ κηρύγματος μεταλήψεσθαι. 9.8.10 Αἰτίαν δὲ τούτοις τῆς εὐφροσύνης φησὶ γενέσθαι τὴν τοῦ μεγάλου φωτὸς ἔκλαμψιν, οἳ πρὸ τῆς παρουσίας ἐν σκότει καθεζόμενοι «ἐν χώρᾳ καὶ σκιᾷ θανάτου» διῆγον· ἀνατεταλκότος δὲ αὐτοῖς τοῦ σωτηρίου φωτός, τοῦτον «εὐφρανθήσονται» τὸν τρόπον, ὡς «οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». 9.8.11 καὶ ταῦτα δὲ ἔργῳ ἐπληροῦτο, ὅτε τοὺς ἀποστόλους ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀπὸ τῆς Γαλιλαίας προσκαλεσάμενος, τὰ παράδοξα τῶν ἔργων καὶ τὴν διδασκαλίαν αὐτοῖς ἐπεδείκνυτο. 9.8.12 εὐφρανθήσεσθαι δὲ αὐτοὺς ἐναντίον αὐτοῦ ἡ προφητεία θεσπίζει δίκην τῶν εὐφραινομένων «ἐν ἀμητῷ». ποίῳ δὲ τούτῳ ἢ περὶ οὗ διδάσκων αὐτὸς ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη». ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι «εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». 9.8.13 διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ' ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησιν, τὸ ἦρθαι ἀπ' αὐτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι. 9.8.14 οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον «ἐπὶ τοῦ τραχήλου αὐτῶν» ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας, ἐν ἑτέρῳ λέγων· «λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν». 9.8.15 ἀλλ' οὗτοι μὲν οἱ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου, «πᾶσάν» τε «στολὴν» καὶ πᾶν «ἱμάτιον» ἀποτίσαντες «πυρίκαυστοι» γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῷ. 9.8.16 καὶ ταῦτά γε πάντα φησὶν πείσεσθαι, διότι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν», ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἷς τὸ μέγα φῶς ἀνατέταλκεν; τί δὲ ἦν τοῦτο ἀλλ' ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς «υἱός», «μεγάλης βουλῆς ἄγγελος», καὶ «ἄρχων εἰρήνης», καὶ «ἐξουσιαστής», καὶ «θεὸς ἰσχυρός», καὶ «πατὴρ τοῦ μέλλοντος αἰῶνος» ὠνομασμένος; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ἀναφέρεσθαι τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν. 9.9.1 Ἀπὸ Ψαλμοῦ ξζʹ. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.» 9.9.2 Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀναλέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ