237
ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. ἐπειδὴ δέ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστίθεσθαι, 2.1.424 βραχέα περὶ τούτων διαληψόμεθα. οἶδε πολλάκις ἡ θεία γραφὴ τοιαύτας τῷ θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπᾴδειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν οἷον τὸ Ὠργίσθη θυμῷ κύριος καὶ Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν καὶ Μετεμελήθη χρίσας τὸν Σαοὺλ εἰς βασιλέα καὶ Ἐξη-γέρθη ὡς ὁ ὑπνῶν κύριος, καὶ ἔτι πρὸς τούτοις καθέδραν καὶ στάσιν καὶ κίνησιν καὶ πολλὰ τοιοῦτα διέξεισιν, ἃ φύσει μὲν περὶ τὸν θεὸν οὐκ ἔστι, πρὸς δὲ τὴν οἰκονομίαν τῶν 2.1.425 παιδευομένων οὐκ ἀχρήστως ἔχει. τούς τε γὰρ ἐκλυτω τέρους ἡ τῆς ὀργῆς ἔνδειξις συστέλλει τῷ φόβῳ καὶ τοῖς δεομένοις τοῦ τῆς μετανοίας φαρμάκου συμμετανοεῖν ἐπὶ τῇ κακίᾳ λέγει τὸν κύριον, τοῖς δ' αὖ ἐν εὐπραγίαις τισὶ πρὸς ὕβριν ἐκφερομένοις τὸ μὴ παραμένειν αὐτοῖς τὴν εὐημερίαν, κἂν ἐκ θεοῦ τὸ τοιοῦτον εἶναι δοκῇ, διὰ τῆς ἐπὶ τοῦ Σαοὺλ μεταμελείας προδείκνυσι, τοῖς τε μὴ ἐμβαθύνουσι τῷ πτώ ματι τῆς ἁμαρτίας, ἀλλὰ καθάπερ ἐξ ὕπνου τινὸς τοῦ μα ταίου βίου διαναστᾶσι συνανίστασθαι τὸν θεὸν καὶ συναφ υπνίζεσθαι λέγει, ἑστάναι δὲ τοῖς ἀκλινῶς ἐπὶ τοῦ καλοῦ βεβηκόσι, καὶ καθέζεσθαι τοῖς ἐν τῷ καλῷ καθιδρυμένοις, κινεῖσθαι δ' αὖ πάλιν καὶ περιπατεῖν ἐπὶ τῶν μετακινηθέν 2.1.426 των ἀπὸ τῆς ἐν τῷ καλῷ παγιότητος· ὡς ἐπὶ τοῦ Ἀδὰμ ἡ ἱστορία διέξεισι περιπατοῦντα τὸ δειλινὸν ἐν τῷ παραδείσῳ τὸν θεὸν διαγράφουσα, τῷ μὲν δειλινῷ τὴν πρὸς τὰ σκοτεινὰ τοῦ πρωτοπλάστου ῥοπὴν διασημαίνουσα, τῇ δὲ κινήσει τὸ ἀπαγὲς τοῦ ἀνθρώπου περὶ τὸ καλὸν καὶ τὸ ἄστατον. 2.1.427 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πολλοὶ τὸ ἑαυτοῖς ἄληπτον οὐδὲ θεῷ ληπτὸν εἶναι νομίζουσιν, καὶ ὅπερ ἂν ἐκφύγῃ τὴν ἑαυτῶν κατανόησιν, περισσότερον εἶναι 2.1.428 τοῦτο καὶ τῆς θείας δυνάμεως οἴονται. ἐπειδὴ τοίνυν τοῦ ποσοῦ μέτρον ἡμεῖς τὸν ἀριθμὸν πεποιήμεθα, ὁ δὲ ἀριθμὸς οὐδὲν ἕτερον ἢ σύνθεσις μονάδων ἐστί, ποικίλως τῆς μο νάδος εἰς πλῆθος ἐπαυξομένης (μονὰς γὰρ καὶ ἡ δεκὰς κατὰ σύνθεσιν μονάδων πρὸς τοῦτο περαινομένη, μονὰς πάλιν ἡ ἑκατοντὰς ἐκ δεκάδων συντιθεμένη, ὡσαύτως καὶ ἡ χιλιὰς ἄλλη μονὰς καὶ ἡ μυριὰς ὁμοίως ἀναλόγως ἐκ πολλαπλασιασμοῦ, ἡ μὲν ἐκ χιλιάδων, ἡ δὲ ἐξ ἑκατοντάδων πρὸς τοῦτο κεφαλαιουμένη, ἅπερ ἅπαντα τοῖς ὑποκειμένοις ἐπιμερίζοντες σημεῖα τῆς ποσότητος τῶν ἀριθμουμένων 2.1.429 πραγμάτων ποιούμεθα)· ὡς ἂν οὖν παιδευθείημεν παρὰ τῆς θείας γραφῆς τὸ μηδὲν ἄγνωστον εἶναι τῷ θεῷ, ἐξη ριθμῆσθαι παρ' αὐτοῦ λέγει τὸ πλῆθος τῶν ἄστρων, οὐ τοῦτον τὸν τρόπον γινομένης τῆς ἀριθμήσεως (τίς γὰρ οὕτως εὐήθης ὡς τῷ περιττῷ καὶ ἀρτίῳ τὸν θεὸν οἴεσθαι διαλαμβάνειν τὰ ὄντα καὶ διὰ τῆς τῶν μονάδων συνθέσεως πρὸς τὸ κεφάλαιον τῆς ἀθροιζομένης ποσότητος τὸν ἀριθ μὸν συμπεραίνειν;)· ἀλλ' ἐπειδὴ ἐν ἡμῖν ἀκριβὴς τοῦ ποσοῦ γνῶσις ἐκ τοῦ ἀριθμοῦ γίνεται, ὡς ἂν καὶ περὶ τοῦ θεοῦ παιδευθείημεν ὅτι πάντα τῇ γνώσει τῆς σοφίας αὐτοῦ περιείληπται καὶ οὐδὲν ἐκφεύγει τὴν ἀκριβῆ κατανόησιν, τού του χάριν ἀριθμεῖν τὰ ἄστρα τὸν θεὸν διωρίσατο, τοῦτο δι' ὧν λέγει νοεῖν συμβουλεύων, μὴ κατὰ τὸ μέτρον τῆς ἡμετέρας γνώσεως καὶ τὸ θεῖον οἴεσθαι τῶν ὄντων ἐφά πτεσθαι, ἀλλὰ τὰ ἡμῖν ἄληπτά τε καὶ ἀνεπινόητα πάντα 2.1.430 τῇ γνώσει τῆς θείας σοφίας ἐμπεριείργεσθαι. τῶν γὰρ ἄστρων διὰ τὸ πλῆθος ἐκφευγόντων τὸν ἀριθμὸν ὡς πρὸς ἀνθρωπίνην ἐπίνοιαν, ἀπὸ μέρους τὸ πᾶν ἐκδιδάσκων ὁ λόγος ἐκ τοῦ ταῦτα κατηριθμῆσθαι παρὰ τοῦ θεοῦ λέγειν τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ θεοῦ τὴν γνῶσιν διαμαρτύρεται. διὰ τοῦτό φησιν Ὁ ἀριθμῶν πλήθη ἄστρων, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἄστρων ποσότητα. πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ὃ ἐποίη 2.1.431 σεν; ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης οὐκ ἂν ἀγνοοίη τὸ ἐμ περιειλημμένον τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; τῶν γὰρ ἀγνοούντων ἐστὶ τὸ τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα, ὁ δὲ τὰ