238
πάντα εἰδὼς πρὸ γενέσεως ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. ἀλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ ∆αβίδ· δηλονότι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρητὸν τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος τὸ ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ 2.1.432 σημασίας ὁ ∆αβὶδ ἐνεδείξατο. ὥσπερ οὖν ἀριθμεῖν λέγεται οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην οἶμαι τὴν διὰ τῆς φωνῆς κλῆ σιν ὑποσημαίνουσα. ἦ γὰρ ἂν εἰς ἄτοπόν τι καὶ ἀνάξιον τῆς περὶ θεοῦ ὑπολήψεως ὁ λόγος προϊὼν καταλήγοι, εἴπερ ταῦτα λέγοι τὰ ὀνόματα παρὰ τοῦ θεοῦ τεθεῖσθαι τοῖς 2.1.433 ἄστροις τὰ ἐν τῇ συνηθείᾳ ἡμῶν ἀναστρεφόμενα. εἰ γὰρ ταῦτά τις δοίη θεόθεν ἐπικεκλῆσθαι, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκεῖθεν οἴεσθαι τὴν κλῆσιν ἐπι πεφημίσθαι τοῖς ἄστροις καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστρῴοις ὀνόμασιν ἀληθῆ νομίσαι, ὡς τοῦ θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. οὕτως ἡ ἑβδομὰς τῶν ἐμπεριεχομένων τῷ παντὶ πόλῳ τοῖς Ἑλληνι κοῖς εἰδώλοις ἐπιμερισθεῖσα ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πεπλανημένους ποιήσει, εἴπερ ἐκ θεοῦ πιστευθείη τοῦτο 2.1.434 διατετάχθαι. οὕτως ὁ κατὰ τὸν Ὠρίωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται καὶ τὰ περὶ τῆς Ἀργοῦς διηγήματα καὶ ὁ Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ Κύων ἥ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιΐα, καὶ τοῦ ζῳοφόρου κύ-κλου τῶν κατά τινα σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινο μένοις ὀνομάτων θεὸν εὑρετὴν ὑπονοεῖσθαι κατασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν ∆αβὶδ λέγειν ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ θεὸς ἐπιτίθησι. 2.1.435 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι μὴ ἀνεξετάστως τὸ ῥηθὲν παραδέξασθαι, ἀλλὰ καθ' ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. ἐπειδὴ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστι γνώσεως τὸ ἐξ ὀνόματος παρ' ἡμῶν προσκαλεῖσθαι τὸν γνώριμον, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀλήπτων οὐ μόνον τὸ πλήρωμα τῆς ἐν κεφαλαίῳ ἀθροιζομένης πο σότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ 2.1.436 καὶ τὰ καθ' ἕκαστον δι' ἀκριβείας ἐπίσταται. τούτου χάριν οὐ μόνον ἐξηριθμηκέναι τὰ πλήθη τῶν ἄστρων αὐτὸν ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον προσκαλεῖσθαι, ὅπερ σημαίνει τὸ μέχρι τῶν λεπτοτέρων διήκειν αὐτοῦ τὴν ἀκρίβειαν καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκειν τὰ καθ' ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι' ὀνόματος αὐτῷ γνωριζόμενον. εἰ δέ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἀγνοεῖν οἴεται τὴν ἀνθρωπίνην χρῆσιν, περὶ ὧν ὑπολαμβάνει τὸν ∆αβὶδ εἰρηκέναι, πόρρω 2.1.437 τῆς ἀληθείας ὁ τοιοῦτος ἀποπλανᾶται. εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, ἃ ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνηθείας ἐστίν, Ἠσαΐου μὲν λέγοντος Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου,τοῦ δὲ Ἰὼβ τὸν Ὠρίωνα καὶ τὴν Ἀσηρὼθ ὀνομάζοντος,ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγκέχρηται ἡ θεία γραφή. οὕτω καὶ Ἀμαλθείας κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν καὶ παρὰ τῷ Ἠσαΐᾳ Σειρῆνας, τοῦ μὲν τὸ πάμφορον τῶν ἀγα θῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατονομάζοντος, Ἠσαΐου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παρα 2.1.438 δηλοῦντος ὀνόματι. ὥσπερ οὖν ἐνταῦθα τοῖς ἐκ τῶν μυθι κῶν διηγημάτων ὀνόμασιν ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκουόντων χρήσιμον βλέπων, οὕτω κἀκεῖ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικληθείσας φωνὰς εἶπεν ἀνεπαισχύντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα τὸ ὁπωσοῦν παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον ἐκ 2.1.439 θεοῦ τὴν ὕπαρξιν ἔχει, τὸ πρᾶγμα, οὐχὶ τὸ ὄνομα. οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ' ὁ ποιῶν, φησί, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον. οὐκοῦν ἱκανῶς οἶμαι διὰ τῶν εἰρημένων καὶ