239
πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» 9.11.2 Ἐπίστησον, ὅτι μηδεὶς παρ' Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστιν νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς ἢ μόνος ὁ ἡμέτερος σωτὴρ ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ ∆ευτερονομίου λέγεται· «οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς»· καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλ' οὐχ ὡς αὐτός. 9.11.3 ὅλον δὲ τοῦτο ἡ τοῦ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἕνα τινὰ οὐχὶ δὲ πολλοὺς καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀνθρώπων διδάσκαλον, οἷος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ οὐδὲ ἄλλος ἀναδέδεικται νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος. 9.11.4 ἀλλ' ὁ μὲν ἔθνους ἑνὸς ὁ Μωσῆς ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσιν νομοθετῶν ἀποδέδεικται· ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», ὡς ἂν μὴ μόνον Ἰουδαίοις ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν. 9.11.5 θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὐτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὐτοῦ διετάξατο, μείζονι ἢ κατὰ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι «ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις» «ἐγὼ δὲ λέγω ὑμῖν» μηδὲ ὀργίζεσθαι «εἰκῆ», καὶ τὰ τούτοις ἀκόλουθα, ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ' οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι «ἐξεπλήττοντο» πάντες «ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν». 9.11.6 Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ' ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι' ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς· 9.11.7 ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ' ἡμέραις τρισίν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἱ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν, δι' ὃ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο, λέγοντες τῷ Μωσεῖ «σὺ λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, ἵνα μὴ ἀποθάνωμεν»· εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶν δέ· «ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ». 9.11.8 οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξεν τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι· τοῦτο δ' ἦν ἀσθένεια ἀνθρώπων καὶ τῆς κρείττονος θεωρίας παραίτησις. 9.11.9 ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἱ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἔλεγον· «ὁ προφήτης εἶ σύ;» ὁ δὲ ἔφη «οὔ». ἀλλ' ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὐ τὸ προφήτης εἶναι ἠρνήσατο, ἦν γάρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μωσέως δεδηλωμένος, ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκεν. 9.11.10 καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, «οὐκ ἦλθον», φησίν, «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῖς δὲ ἀποστόλοις αὐτοῦ παρῄνει λέγων· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα