239
τὸν ∆αβὶδ τῆς ἡμετέρας ὑπολήψεως σύμμαχον ἀποδεδεῖχθαι, οὐ τὸ κατονομάζειν τὸν θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀν θρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι' ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται. 2.1.440 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰή σεως. λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη, καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνά 2.1.441 μενοι. οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι, ἀλλ' ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον, ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται, ὀνο μάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. περὶ γὰρ τῶν ὑπεναν τίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ 2.1.442 χειλέων μου. ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπι βάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὅπως ἂν ἔχειν δόξῃ 2.1.443 τοῖς ἐντυγχάνουσιν. ὃ δὲ προστίθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ θεοῦ τοῖς οὖσι τὰς φωνὰς κεῖσθαι, ὧνπερ ἐν τοῖς κατόπιν ἱκανῶς ἐξητασμένων περιττὴν κρίνω τὴν ἐπανάληψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν ἐκκλη σίαν γεγενῆσθαί φησιν ὁ ἀπόστολος, ἑρμηνευέτω κατ' ἐξου 2.1.444 σίαν οὗτος ὡς βούλεται. οὐδεὶς γὰρ οὕτως ἠλίθιος ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ πνεύματος ἡμῖν ἐκκαλύπτοντος ἀξιοπιστότερον ἑρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον τὸν φανερῶς ταῖς φωναῖς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχόμενον καὶ τὸ μὴ κατω νομάσθαι παρὰ τοῦ Ἀδὰμ τῶν ἀλόγων τὰ εἴδη διὰ τῆς παρεξηγήσεως τοῦ ῥητοῦ τούτου κατασκευάζειν ἐκβιαζόμενον. 2.1.445 παρείσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη καὶ ἡ κοπρώδης αὐτοῦ καὶ βεβολβιτωμένη φωνὴ διεξιοῦσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν· 20τὸν σπορέα τῶν ζιζανίων20 καὶ 20τὴν τοῦ καρποῦ † πρόσοψιν20 καὶ 20Οὐαλεν τίνου παραφθορὰν20 καὶ 20τὸν παρ' ἐκείνου καρ πόν, ὃν ἐν τῇ ψυχῇ20 λέγει 20σεσωρεῦσθαι20 τοῦ δι δασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀηδία συγκαλυ φθήτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυδηκότα τῶν σωμά των τῇ γῇ κατακρύπτομεν, ὡς μὴ πολλοῖς δι' ὄχλου τὴν δυσωδίαν γίνεσθαι. 2.1.446 Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. πάλιν γὰρ ἐκτίθεταί τινα ῥῆσιν τοῦ διδασκάλου ἔχουσαν οὕτως· "1ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκον τες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν 2.1.447 ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἡμῶν ἐπιθεωρούντων ταῦτα."2 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, 20σπέρματός τινος ὑπαλλαγὴν20 καὶ 20σπορᾶς καθηγητὴν20 καὶ 20τὸ τῆς μέμψεως ἀσυλ λόγιστον20 καὶ ὅσα ἄλλα τῇ ἀκορήτῳ γλώσσῃ κενεμβατῶν διεξέρχεται· ἐφ' ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ συκοφαντῶν τὸν 2.1.448 λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς