1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

240

οἴκου Ἰσραήλ», 9.11.11 σαφῶς διδάσκων, ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολούθως. ἐπειδὴ δὲ οὐκ ἐδέξαντο τὴν χάριν, ἀπελέγχει μὲν αὐτούς, ἐν ἑτέροις λέγων· «διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων;» φησὶν δὲ πρὸς αὐτοὺς· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». 9.11.12 καὶ τοῖς γε αὐτοῦ μαθηταῖς μετὰ τὴν ἐκείνων παραίτησιν προστάττει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». οὕτω δῆτα ἡμεῖς μέν, τὰ ἔθνη, τὸν προαναφωνηθέντα καὶ πρὸς τοῦ πατρὸς ἀπεσταλμένον προφήτην, ἅτε νομοθέτην ἅπασι γενόμενον ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας, διὰ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας ἔγνωμεν καὶ κατεδεξάμεθα, πληρουμένης κατὰ τὸ αὐτὸ καὶ ἑτέρας προρρήσεως, δι' ἧς εἴρηται· «κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν». 9.11.13 τὸ δὲ Ἰουδαίων ἔθνος, μὴ παραδεξάμενον τὸν προφητευόμενον, δίκην ἔτισεν τὴν ἀξίαν κατὰ τὴν θείαν πρόρρησιν φήσασαν· «καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». 9.11.14 ἐκδεδίκηται γοῦν ἐκ τοῦ λαοῦ ἐκείνου «πᾶν αἷμα» ἐκχυθὲν «ἐπὶ τῆς γῆς ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε ἐπὶ πᾶσι τοῦ Χριστοῦ, οὗ τὸ αἷμα καθ' ἑαυτῶν ἐξαιτησάμενοι καὶ κατὰ τῶν ἰδίων παίδων, εἰσέτι νῦν τῆς τολμηθείσης αὐτοῖς ἀσεβείας τὴν τιμωρίαν ὑπέχουσιν. 9.12.1 Ἀπὸ τοῦ Ἰώβ. «Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.» 9.12.2 Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώπινον ἀναλαβών, ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λέγεται, ὅτι τοὺς ἑαυτοῦ «μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης». «ἰδόντες» δὲ «αὐτὸν ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων, θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε». 9.12.3 ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκεῖν περιέχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον. 9.12.4 τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; πῶς δὲ καὶ νοηθείη ἂν περίπατος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονονουχὶ λέγοντος· «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» καὶ «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»; ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν «ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὐτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασιν καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες· «ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;» ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης, ἐν ᾗ λέγεται δράκων τις εἶναι «πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ, ἐφ' ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας, τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ «σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος», καὶ «σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος», σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· «ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης», 9.12.5 καὶ πρὸς τὸν Ἰώβ, τὰ περὶ ἑαυτοῦ διεξιών, «ἦλθες δὲ ἐπὶ πηγὴν