240
τραπησόμεθα. ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἄφθαρτον εἶναι τὸ θεῖον. ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριοῦμεν ἐκεῖνα ὅσα ἐπίκτητα γίνεταί τισι καὶ ἀπόκτητα· ὧν δὲ ἄνευ τὸ ὑποκείμενον νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἄν τις ἐν αἰτίᾳ γένοιτο ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων τὴν φύσιν; εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσβευεν ὥς ποτε περὶ αὐτὸν μὴ οὖσαν ἢ ὡς οὐκ ἐσομένην ποτέ, καιρὸν ἂν εἶχε ταῦτα ἐπὶ διαβολῇ καθ' 2.1.449 ἡμῶν λέγειν. εἰ δὲ ἀεὶ ὡσαύτως ἔχειν καὶ ὃ νῦν ἐστι πάν τοτε εἶναι τὸ θεῖον ὁ ἡμέτερος διορίζεται λόγος καὶ οὐδὲν ἐκ παραυξήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσ όντων προσγίνεσθαι, ἀλλ' ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσμαρτυρεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα; 2.1.450 Ἀλλ' ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥή σεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζεται, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων τῷ θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. εἰ μὲν οὖν παρ' ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὕποπτος ἂν ἦν ἴσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων καὶ πρὸς τὸ ἀνεύθυνον μετατιθέντων τὰς ὑπαιτίους φωνάς· ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τίς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀπόδειξις αὐτῆς τῆς τῶν 2.1.451 ἀντιδικούντων ἡμῖν μαρτυρίας; πῶς τοίνυν ὁ παρ' ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολῇ προχειρίζεται καθ' ἡμῶν ὁ Εὐνόμιος; "1ὅταν, φησί, τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει κατα ληπτὸν προσηγορεύσαμεν ἄφθαρτον."2 ἆρα τῷ πορίσαι τὸ προσαγορεῦσαι ταὐτὸν ὁ Εὐνόμιος οἴεται; καὶ τίς οὕτως ἔξω τοῦ καθεστηκότος ἐστίν, ὡς τὰς ἰδιαζούσας τῶν ῥη 2.1.452 μάτων τούτων ἀγνοεῖν ἐμφάσεις; πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὂν σημαν τικῶς ὀνομάζων. πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φροντιστὴς οὐκ αἰσχύνεται ἐν προδήλῳ τῇ συκοφαντίᾳ τὴν διαβολὴν συμπεραίνων; καὶ καθάπερ οἱ ἔκ τινος πάθους μὴ βλέποντες ἐν ὄψεσι τῶν βλεπόντων ἀσχημονοῦσι τὸ παρ' αὐτῶν μὴ ὁρώμενον καὶ παρὰ τῶν ὑγιαινόντων ἀγνοεῖσθαι νομίζοντες, τοιοῦτόν τι πέπονθεν ὁ ὀξυδερκὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πήρωσιν 2.1.453 καὶ ἐν τοῖς ἀκούουσιν οἴεται. καὶ τίς οὕτως ἠλίθιος ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συκοφαντούμενα ῥήματα καὶ ἐκ τῆς ἑκατέρων ἀναγνώσεως τὴν κακουργίαν τοῦ λογο γράφου φωρᾶσαι; ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἄφθαρ τον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. τί κοινὸν ἔχει τὸ πορίζειν τῷ λέγειν; ἀπὸ τῶν ἰδίων ἕκαστος εὐθύνεσθαι δίκαιος, οὐκ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μέμψεις. νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατά γε τὸν ἀληθῆ 2.1.454 λόγον ἢ ἑαυτόν. εἰ γὰρ τὸ πορίζειν τῷ θεῷ τὴν ἀφθαρ σίαν ὑπαίτιον, τοῦτο δὲ παρ' οὐδενὸς ἄλλου πλὴν παρ' αὐτοῦ λέγεται μόνου, ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκο φάντης κατήγορος, τὸ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μέν φαμεν, ὅτι ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτως τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη· οὑτοσὶ δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα. 2.1.455 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν υἱὸν τοῦ θεοῦ κατάγων· ἀλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετωτέροις τῶν ἀκροατῶν προθήσω τῷ λόγῳ. 20παρὰ τῶν αἰώνων προξενεῖ Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ θεῷ τὰ πρεσβεῖα20. τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία; πρόξενος θεοῦ ἄνθρωπος γίνεται καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; τίς 2.1.456 ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεμβασία, εἰ τὸ ὑπερεκπῖπτον τὴν διαστηματικὴν τῶν αἰώνων παρά τασιν ἐφ' ἑκάτερα τῆς θείας οὐσίας ἐμφαντικοῖς τισιν ὀνό μασιν ὁ διδάσκαλος εἶπεν