241
θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» εἰκότως οὖν κἀν τῷ καθ' ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι, τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ. 9.13.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόναταπαραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» 9.13.2 Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα, τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον «παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον», ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο· 9.13.3 οὐ μὴν ἀλλὰ καὶ δι' ὧν εἰσέτι νῦν καθ' ὅλης τῆς οἰκουμένης μυρία πλήθη, πολυτρόποις κακίας εἴδεσιν δεδεμένα ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὐτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει. πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται, κατὰ καιρὸν ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται. 9.13.4 καὶ ἔπρεπέν γε νῦν γοῦν εἰ καὶ ἄλλοτε θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο· θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκρούς, σωτηρίαν τε ἀσθενοῦσιν παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται οἷα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ' ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν. 9.13.5 ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται ἡ διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ' αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες. 9.13.6 τούτοις δὲ αὐτοῖς ἡγοῦμαι, τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις, ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα». ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν, «ἰσχύσατε», φησίν, «χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα», εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου. 9.13.7 «ἰσχύσατε» δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν «ὀλιγόψυχοι», καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους «ἰσχύσατε» καὶ μὴ «φοβεῖσθε». 9.13.8 θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος ἀλλ' οὐ Μωσεῖ τις παραπλήσιος οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος. 9.13.9 Πίστις δ' ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι' ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφάς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετή, δι' ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείκνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς