241
σημαίνεσθαι ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντος τέλος, ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημανθῆναι τῆς ὑπολήψεως, καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνώ τερον ἄναρχον λέγεσθαι καὶ ἀγέννητον, τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάσαι καὶ ἄφθαρτον; ταῦτα 20πορισμὸν20 καὶ 20προξένησιν20 καὶ τὰ τοιαῦτα οὐκ 2.1.457 αἰσχύνεται γράφων. ἀλλὰ καὶ 20διχοτομεῖσθαι20 παρ' ἡμῶν φησι 20τοὺς αἰῶνας20, ὥσπερ οὐκ ἀνεγνωκὼς ἃ παρέθετο ἢ ὡς ἐν ἐπιλήσμοσι τῶν λεγομένων τὸν ἑαυτοῦ λόγον διατιθείς. τί φησιν ὁ διδάσκαλος; ἐὰν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες τὸ ἀπερίγραπτον τῆς ἀϊδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ τὸ τοιοῦτον διασημαίνομεν νόημα, κἂν εἰς τὸ ἐφεξῆς τὴν διάνοιαν τρέψωμεν καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν διάνοιαν ταύτην 2.1.458 διερμηνεύομεν. ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀϊδιότητα τοῦ θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαινομένην καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν καὶ μηδενὶ διαστήματι μετρουμένην τοῖς κατὰ δύναμιν 2.1.459 ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν; ἐπειδὴ γὰρ ἡ ἀν θρωπίνη ζωὴ διαστηματικῶς κινουμένη ἀπό τινος ἀρχῆς εἴς τι τέλος προϊοῦσα διέξεισι καὶ μεμέρισται πρὸς τὸ παρῳχηκός τε καὶ προσδοκώμενον ὁ τῇδε βίος, ὡς τὸ μὲν ἐλπίζεσθαι τὸ δὲ μνημονεύεσθαι, τούτου χάριν ὡς πρὸς τὴν ἡμετέραν σχέσιν τό τε παρῳχηκὸς καὶ τὸ προσδοκώ μενον τῆς διαστηματικῆς παρατάσεως ἐννοοῦντες, οὕτως καὶ ἐπὶ τῆς ὑπερκειμένης φύσεως ἐκ καταχρήσεως λέγομεν, οὐχ ὡς τοῦ θεοῦ διὰ τῆς ἰδίας ζωῆς κατόπιν ἑαυτοῦ τι καταλιπόντος διάστημα καὶ πρὸς τὸ προκείμενον πάλιν ἐν τῷ ζῆν διοδεύοντος, ἀλλ' ὡς τῆς ἡμετέρας κατανοήσεως ὡς πρὸς τὴν ἰδίαν ἡμῶν φύσιν περινοούσης τὰ πράγματα καὶ τὸ ἀΐδιον ἐν τῷ παρῳχηκότι καὶ μέλλοντι διαμετρούσης, ὅταν μήτε τὸ κατόπιν περικόπτῃ προϊοῦσαν εἰς τὸ ἄπειρον τοῦ ἀορίστου τὴν ἔννοιαν, μήτε τὸ ἔμπροσθεν σύστασίν τινα 2.1.460 καὶ ὅρον τῆς ἀπείρου ζωῆς ἐπαγγέλληται. εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αἰώνων ἐπιθρυλεῖται τομή, εἰ μὴ καὶ τὴν ἁγίαν γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ Εὐνόμιος λέγοι τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαίνουσαν, τοῦ μὲν ∆αβὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑμνήσαντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰῶνας ἐκτεινομένην τοῦ θεοῦ βασιλείαν δείξαντος· ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδαχθῆναι ὅτι πᾶν διαστηματικὸν νόημα ἐντὸς τῆς θείας φύσεως περιείληπται, τῇ ἀπειρίᾳ 2.1.461 τοῦ τὸ πᾶν περιέχοντος ἁπανταχόθεν ἐμπερατούμενον. ὁ μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἐφεξῆς βλέπων βασιλεύειν αὐτόν φησι τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι· ὁ δὲ μέγας ∆αβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν εἶπεν Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, καὶ πάλιν Εἰσακούσεται ὁ θεὸς 2.1.462 ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἀλλ' ὁ σοφὸς Εὐνόμιος ἐρ ρῶσθαι φράσας τοῖς τηλικούτοις καθηγηταῖς ἄλλην φησὶν ἡμᾶς λέγειν ἄναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον πάλιν καὶ αἰώνων τινῶν ἑτερότητας καὶ διαφορὰς συν διασχιζούσας τῇ ἑτερότητι ἑαυτῶν καὶ τὴν περὶ θεοῦ φαντασίαν. 2.1.463 Ἀλλ' ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προθήσομεν ἀβασάνιστόν τε καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν ἱκανὴν οὖσαν δι' ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλοτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν. ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, 20τί ποτε τοὺς αἰῶνας οἰόμεθα20· καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων· τίς γάρ ἐστιν ὁ τοῦ θεοῦ τὴν οὐσίαν ἐπεγνωκέναι λέγων ὁ τὰ ἡμῖν ἀνέφικτα καταληπτὰ τῇ ἰδίᾳ συνέσει διοριζόμενος; οὐκοῦν αὐτὸς ἡμῖν φυσιολογείτω τὴν τῶν αἰώνων οὐσίαν ὁ τὰ ὑπερέκεινα κατειληφέναι κομπάζων, καὶ τὸ ἀμφίκρημνον τοῦτο καὶ διλήμματον τῆς ἀποκρίσεως μὴ λίαν φοβερῶς ἐπισειέτω τοῖς ἰδιώταις ἡμῖν, ὡς εἰ τόδε τοὺς αἰῶνας