242
εἶναι νομίσομεν, τῆσδε τῆς ἀτοπίας ὑπαπαν 2.1.464 τώσης, καὶ εἰ τὸ ἕτερον, τῆς ἑτέρας. 20εἰ μὲν γὰρ ἀϊδίους20, φησί, 20λέγοιτε, Ἕλληνες ἔσεσθε καὶ Οὐαλεντῖνοι καὶ βάρβαροι· εἰ δὲ γεννητούς, οὐκέτι20, φησίν, 20ὁμολογήσετε τῷ θεῷ τὸ ἀγέν νητον20. ὢ τῆς ἀμάχου ταύτης καὶ ἀνανταγωνίστου ἐπι χειρήσεως· ἐάν τι γεννητὸν ὁμολογηθῇ, ὦ Εὐνόμιε, ἡ τοῦ ἀγεννήτου ὁμολογία παραγραφήσεται. καὶ ποῦ σοι διερρυή κασιν αἱ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τεχνολογίαι, δι' ὧν τὸ ἀνόμοιον τῆς τοῦ υἱοῦ πρὸς τὸν γεγεννηκότα οὐσίας 2.1.465 κατεσκευάζετο; ἔοικεν γὰρ ἀφ' ὧν νῦν διδασκόμεθα μὴ ἀνομοίως ἔχειν ὁ πατὴρ κατὰ τὴν οὐσίαν ὡς πρὸς τὸ γεν νητὸν θεωρούμενος, ἀλλὰ καθόλου τῇ τοῦ ἀγεννήτου ὁμο λογίᾳ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι, εἴπερ ἐὰν γεννητοὺς εἴπωμεν τοὺς αἰῶνας, εἰς τὸ μηκέτι τὸν ἀγέννητον ὁμολο γεῖν ἐναγόμεθα. ἀλλ' ἴδωμεν τὴν ἀνάγκην δι' ἣν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν τῆς ἀτοπίας ταύτης συναναγκάζει. 2.1.466 20ὧν γὰρ τῇ παραθέσει20, φησί, 20προσγίνεται τῷ θεῷ τὸ ἄναρχον, τούτων οὐκ ὄντων οὐκ ἔσται τὸ προστιθέμενον20. ὢ τῆς ἰσχυρᾶς ταύτης καὶ ἀφύκτου λαβῆς· ὡς ἐκ τῶν μέσων ἡμᾶς τοῖς ἀλύτοις ἅμμασιν ἀθλητικῶς διασφίγξας ἔχει. τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ θεῷ τὸ ἀγέννητον. παρὰ τίνος προσγίνεσθαι; τίς τοῦτό φησιν, ὅτι τῷ ἀνάρχως ὄντι ἐξ ἐπικτήσεως διὰ παραθέσεώς τινων προσγίνεται τὸ ἀγέν νητον; οὔτε ἡ λέξις οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης 2.1.467 ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. ἡ μὲν γὰρ λέξις ἑαυτῆς ἐστι συνήγορος οὐδὲν ἔχουσα τοιοῦτον οἷον καθ' ἡμῶν προ ενήνεκται· τῆς δὲ τῶν εἰρημένων ἐμφάσεως τίς ἂν ἐξηγητὴς ἀξιοπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τί νοοῦμεν, ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ εἶναι διοριζώμεθα· λέγομεν 2.1.468 δὲ ταῦτα ἅπερ ἐν τοῖς φθάσασιν εἴρηται. ἀλλά φησι τῆς παραθέσεως τῶν αἰώνων οὐκ οὔσης ἀδύνατον εἶναι τὸ ἐκ ταύτης τῷ θεῷ προστιθέμενον, προστεθεῖσθαι δὲ τὴν ἀγεν νησίαν λέγει. λεγέτω καὶ παρ' ὅτου τῷ θεῷ τὸ τοιοῦτον προστέθειται. εἰ μὲν οὖν παρ' ἑαυτοῦ, γελοῖος ἂν εἴη τὴν ἰδίαν ἄνοιαν ἐπικαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ' ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα. 2.1.469 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. συνθεὶς γάρ τινα κώλου περίοδον καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν 20τὴν αὐτὴν ζωὴν20 ἀποδεί κνυσιν 20ἄναρχόν τε εἶναι καὶ ἀτελεύτητον20, ἡμε τέραν πληρῶν εὐχὴν ἐν τῇ τοιαύτῃ σπουδῇ. οὐδὲ γὰρ παρ' ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρός τε καὶ ἀΐδιος καὶ οὐδα 2.1.470 μόθεν οὐδενὶ πέρατι κωλυομένη πρὸς τὸ ἀόριστον. μέχρι τούτων ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρῶτας τῇ ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ' οὐδέ τερον μέρος περατουμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξε τάζοι οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζοιτο. ἀλλ' ἐν τοῖς ἐφεξῆς πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς ζωῆς λόγον καὶ τὰς ἐπιθεωρουμένας ὑπο λήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας 2.1.471 ἓν τὰ πάντα ἐποίησεν. 20εἰ γὰρ ἡ ζωή20, φησίν, 20ἄναρχός τε καὶ ἀτελεύτητος καὶ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ ἡ ἀφθαρσία καὶ τῷ ἀτελευτήτῳ τὸ ἄναρχον20. καὶ προστίθησι τούτοις τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν· 20οὐ γὰρ δυνατόν20, φησί, 20τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου λόγῳ20. καλῶς ὁ γενναῖος προστίθησι. 2.1.472 δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνά μεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων, καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοού μενος, ἀλλ' ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑπο κείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος