243
τοῦ θεοῦ. 9.14.4 ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένου «τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ», σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν, εἰπών· «δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασίν μου, καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ἀναμενῶ αὐτὸν», 9.14.5 καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκεν τὸν τρόπον· «ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου, καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ὑπομενῶ αὐτόν». ταῦτα δ' οὖν οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών». 9.14.6 κατοικήσας δὲ ὁ κύριος Σαβαώθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος «ἐν τῷ ὄρει Σιών», σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὐτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἁπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ' εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν «τοὺς ἐγγαστριμύθους» καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ' οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει· «τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκεν», καὶ τὰ τούτοις ἀκόλουθα· 9.14.7 τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας. 9.15.1 Ἀπὸ τοῦ αὐτοῦ. «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 9.15.2 Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε «ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον» κατὰ τοῦ σωτῆρος ἡμῶν, «ὅπως αὐτὸν ἀπολέσωσιν», ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευεν. τὸ τηνικαῦτα γάρ, ὥς φησιν, «γνοὺς» ὁ Ἰησοῦς τὴν κατ' αὐτοῦ συσκευὴν «ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.» 9.15.3 οἷς ἐπιφέρει λέγων· καὶ ταῦτα πάντα γέγονεν τουτέστιν τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλίνειν τοὺς ἐπιβούλους καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξεν παραδόξοις καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν, «ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» 9.15.4 τήρει δὲ ἐπιμελῶς, τίνα τρόπον ὁ Ματθαῖος, εἰπὼν «ἰδοὺ ὁ παῖς