244
μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου», οὔτε τοῦ Ἰακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν «Ἰακὼβ ὁ παῖς μου», «Ἰσραὴλ ὁ ἐκλεκτός μου», ἀορίστως δὲ ἐξήνεγκεν, εἰπών· «ἰδοὺ ὁ παῖς μου» καὶ «ὁ ἀγαπητός μου». 9.15.5 ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραϊκῷ τῆς προφητείας κειμένης, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδὲ ἐν τῷ Ἑβραϊκῷ φέρεται. 9.15.6 ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται, Ἑβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφῇ τὴν προφητείαν ἐκθεμένῳ. τοιγαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ, μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκ βάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν «κρίσιν τοῖς ἔθνεσιν» προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον «κάλαμον συντετριμμένον οὐ κατέαξεν», ἀλλά, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ «τοὺς συντετριμμένους τὴν καρδίαν». 9.15.7 ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυεν κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ' ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως καιρὸν ὑπερτιθέμενος. 9.15.8 διὸ λέλεκται· «καὶ λίνον τυφόμενον οὐ σβέσει». Ἄντικρυς δὲ πέρας εἴληφεν τὸ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν»· ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισεν τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ, ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας, ἐπιγραφόμενα. 9.15.9 καὶ γὰρ «εἰς φῶς» οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσιν δεδόσθαι προπεφώνηται, δι' αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων καὶ οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων ἠνεῴχθησαν, καὶ οἱ δεσμοῖς δὲ καὶ σειραῖς ἁμαρτιῶν δεδεμένοι καὶ ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι' αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται. 9.15.10 καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν, ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι' αὐτῆς δηλουμένων πεπληρωμένον. 9.16.1 Ἀπὸ τοῦ αὐτοῦ. «Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», «καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». εἶθ' ὑποβάς φησιν· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἧ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.» 9.16.2 Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπεν γὰρ πάλιν Ἡσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς. 9.16.3 ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», κατὰ δὲ τὸν Ματθαῖον, ὅτε «προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὑμῖν δέδοται