245
γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται», «διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ ἀκούωσιν, μή ποτε ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 9.16.4 τότε ἐπληρώθη ἐπ' αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε», καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει, λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν, ἐν ᾗ ἔφησεν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ ἑξῆς. 9.16.5 Τίς δ' οὐκ ἂν ἐκπλαγείη τὴν πρόρρησιν, ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὐτοῖς ὁρῶντες αὐτόν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ' ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις. 9.16.6 ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς «ῥήματα ζωῆς αἰωνίου» δέξασθαι κατηξιω μένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι, ὠσὶν διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφητείᾳ. 9.16.7 καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι' ἧς πᾶν γένος ἀνθρώπων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ' αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες, οὐδαμῶς ἐφιστῶσιν τῇ διανοίᾳ οὐδ' ἐπιβάλλουσιν, ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθέν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ' ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο. 9.16.8 δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ 9.16.8 μὲν ἀκούουσιν ἀλλ' οὐ συνιᾶσιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ' αὐτῶν τῆς ἐν χερσὶ προφητείας. 9.17.1 Ἀπὸ τοῦ Ζαχαρίου. «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν διεκβολὰς γῆς.» 9.17.2 Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ' ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἶπεν· «πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε. 9.17.3 καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει». καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ' ἃ προσέταξεν αὐτοῖς. τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον. 9.17.4 Τί δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ' ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ' ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου περὶ ἧς καὶ ∆ανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν· «ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο», «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, 9.17.5 καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν», «καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται», 9.17.6 τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα