246
δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ' ἂν τεκμήριον, τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας. 9.17.7 καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς λόγον τε αὐτοὺς ἀπαιτῆσαι, πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες· ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ φέρεσθαι τὸν αὐτὸν καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλήλων. 9.17.8 μυρίας δ' οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγών, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώτην ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας. 9.17.9 Ἐξωλόθρευσεν γὰρ λεληθότως «ἅρματα» καὶ «ἵππον» καὶ πᾶν «τόξον πολεμικὸν» ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματικωτέρας «Ἱερουσαλὴμ» καὶ τοῦ καλουμένου «Ἐφραῒμ» λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύσασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις. 9.17.10 καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραῒμ ὠνόμασεν, ἀλλ' οὐχὶ Ἰσραὴλοὐδὲ Ἰούδαν, ἵνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας. 9.17.11 εὕροις δ' ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πᾶν ἔθνος Ἐφραῒμ μετὰ πολλῆς διαβολῆς καὶ κατηγορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ' ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραῒμ ἢ αὐτοὺς τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας; ὧν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖλεν ὁμοίως τῇ προφητείᾳ. 9.17.12 ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἁπλῶς χαίρειν ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν. ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιὼν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀποκαλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεννήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ, οἷα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας. 9.17.13 Καὶ τὸ ἑξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρουσίᾳ. 9.17.14 «εἰρήνη» γοῦν «ἐξ ἐθνῶν» γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν ὡς τὸ πρὶν πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσιν συρράσσουσιν, οὐδ' ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστατεῖ, οὐδ' Ἀθηναῖοι μὲν Λακεδαιμονίοις ἐπιστρατεύονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις. 9.17.15 ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς «πλῆθος εἰρήνης ἐξ ἐθνῶν» ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκολούθως τῇ προφητείᾳ. μόνος δὲ Ἰησοῦς καὶ ὁ δι' αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν «ἀπὸ θαλάσσης ἕως θαλάσσης», τῆς ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ «ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς», ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις. 9.17.16 ἅπερ καὶ ὁ Ἀκύλας ὧδέ πως ἡρμήνευσεν εἰπών· «καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς». ταῦτα δὲ τοῖς ἐν τῷ ψαλμῷ σύγκρινον, τῷ ἐπιγεγραμμένῳ «εἰς Σολομῶνα», περὶ τοῦ υἱοῦ τοῦ βασιλέως δηλαδὴ τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου λεγομένοις, περὶ οὗ φησιν ὁ ψαλμός· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ