247
ποταμῶν ἕως περάτων τῆς οἰκουμένης». 9.17.17 σημαίνει δὲ καὶ τὴν ἐνταῦθα δηλουμένην εἰρήνην ὁ αὐτὸς ψαλμὸς φάσκων· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». καὶ Ἡσαΐας δὲ τούτοις συντρέχει δι' ὧν φησι· «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν». 9.17.18 εὕροις δ' ἂν καὶ Μιχαίαν τούτοις συνᾴδοντα καὶ ἄλλους πλείους τῶν προφητῶν. ἐπιστήσας δέ, ὡς ἔφην, τοῖς χρόνοις, δυνήσῃ συνιδεῖν ὡς ἀπὸ τῶν Αὐγούστου χρόνων καὶ τῆς κατ' αὐτὸν ἐπιλαμψάσης τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης αἱ πάλαι τῶν ἐθνῶν διελύθησαν διαστάσεις καὶ πολυαρχίαι, καὶ τόνδε ἐξ ἐκείνου τὸν τρόπον τέλους ἤρξατο τυγχάνειν τὰ τῆς προφητευομένης εἰρήνης. 9.17.19 ἀλλὰ νῦν μὲν τέως ἤρξατο, ἔσται δὲ ὅτε πληρέστατα ἡ προφητεία συμπερασθήσεται, ἐπὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ» τὸ πρὸς τοῦ ἱεροῦ ἀποστόλου δεδηλωμένον. 9.18.1 Ἀπὸ Ψαλμοῦ ριζʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.» 9.18.2 Τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰσελθόντος ποτὲ εἰς τὰ Ἱεροσόλυμα, ὅτε κατὰ τὴν πρὸ ταύτης προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν «οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες· ὡς ἀννὰ τῷ υἱῷ ∆αβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις», 9.18.3 ὅτε «καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας». 9.18.4 ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου ψαλμοῦ εἴρηται τὸ «ὡς ἀννά» ὅπερ ἑρμηνευθὲν δηλοῖ «σῶσον δή», τὸ δὲ Ἑβραϊκὸν «ἀννὰ Ἀδωναῒ ὡς ἀννὰ» περιέχει, ἀλλὰ καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ψαλμοῦ μετείληπται, ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν. 9.18.5 οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι' ἑτέρου προφήτου ὠνομασμένος «ὁ ἐρχόμενος», τοῦ φήσαντος· ἔτι μικρόν, ὁ «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ, αὐτὸς δ' ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν· ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὐτοῦ ὁμολογεῖ ἐληλυθέναι, λέγων πρὸς τοὺς Ἰουδαίους· «ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». 9.18.6 αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ «εὐλογημένος», ὁ ἐλθὼν «ἐν ὀνόματι κυρίου», αὐτὸς ἦν καὶ ὁ λίθος, «ὃν ἀπεδοκίμασαν» οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας «οἰκοδομοῦντες», ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ' αὐτῶν «εἰς κεφαλὴν» ἑτέρας «γωνίας», τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος, φάσκων· «καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». 9.18.7 τὴν δ' ἐπιφάνειαν αὐτοῦ πάλιν ἡμέραν ὀνομάζει, «ἣν ἐποίησεν ὁ κύριος», ἐπεὶ καὶ «φῶς» ἦν αὐτὸς «τὸ ἀληθινὸν» καὶ «ἥλιος δικαιοσύνης» καὶ ἡμέρα τοῦ θεοῦ, ἐν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον, καιρὸς καὶ ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας 10.Pin.t Τάδε ἔνεστιν ἐν τῷ δεκάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 10.Pin.1 Περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενησομένης