247
ἐν τοῖς εἰρημένοις δεδωκότος τοῦ διδασκάλου τῷ συκοφάντῃ λαβήν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνεπέρανεν. 2.1.506 πλὴν ὡς ἂν ἐκδηλότερον πᾶσι γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐκεῖνό τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι καὶ ἀντιπαραθήσω τούτοις τοῦ Εὐνομίου τὰ ῥήματα. "1ἄφθαρτον, φησὶν ὁ δι δάσκαλος, καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπί πτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ 2.1.507 τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἐνθεωρούντων ἡμῶν ταῦτα."2 οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδεύων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωὴ οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται οὔτε πέρατί τινι περιγράφεται, καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι' ὀνομάτων τινῶν φανερὰς 2.1.508 καταστῆσαι. τό τε γὰρ μὴ ἐξ αἰτίας εἶναί τινος διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τὸ μηδενὶ περιγράφεσθαι τέλει μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο ἡ τοῦ ἀφθάρτου τε καὶ ἀτελευτήτου διασημαίνει λέξις· καὶ τούτῳ διορίζεται τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελευτήτως εἶναι ἄφθαρτον κατονομάζειν, ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον ἐν ἀφανισμῷ γίνεται πάντως, ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες τὴν τοῦ συνεστῶτος φθορὰν ἐνοήσαμεν. τὸν οὖν μηδέποτε τοῦ εἶναι παυόμενον ἀλλότριόν τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα ἄφθαρτον ὀνομάζεσθαι λέγει. 2.1.509 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος; 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. τίς ταῦτά σοι δέδωκεν, ὦ Εὐνόμιε, ὡς μὴ πάσῃ συνθεωρεῖσθαι τῇ ζωῇ τοῦ θεοῦ τὴν ἀφθαρσίαν; τίς διελὼν εἰς δύο τὴν θείαν ζωὴν ἰδιαζούσαις φωναῖς ἐπονομάζει τῶν ἡμιτόμων ἑκάτερον, ὥστε ᾧπερ ἂν τμήματι τοῦτο προσῇ τὸ ὄνομα, 2.1.510 μὴ προσεῖναι λέγειν αὐτῷ καὶ τὸ ἕτερον; τῆς σῆς αὕτη διαλεκτικῆς ἡ δριμύτης, τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν φθαρτὴν εἰπεῖν εἶναι καὶ τῇ ἀφθάρτῳ μὴ συνθεωρεῖσθαι τὸ ἄναρχον· ὅμοιον ὥσπερ ἂν εἴ τις λογικόν τε καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγοι, ἑκάτερον ἐφαρμόζων τούτων τῶν ὀνομάτων τῷ ὑποκειμένῳ κατὰ διά φορον ἐπιβολήν τε καὶ ἔννοιαν, ἔπειτα παρά τινος τοιούτου καταχλευάζοιτο διεξιόντος τὰ ὅμοια, ὅτι εἰ δεκτικὸς νοῦ καὶ ἐπιστήμης ὁ ἄνθρωπος, λογικὸς κατὰ τοῦτο εἶναι οὐ δύναται, ἀλλὰ καθ' ὃ δεκτικός ἐστιν ἐπιστήμης, τοῦτο μόνον ἔσται, τὸ δὲ ἕτερον οὐ χωρήσει ἡ φύσις, καὶ πάλιν εἰ λογικὸν ὁρίζοι τὸν ἄνθρωπον, οὐκέτι αὐτῷ τὸ δεκτικὸν τοῦ 2.1.511 νοῦ συγχωρήσει. καθ' ὃ γὰρ λογικός ἐστιν, ἀμέτοχος δια νοίας ἀναδειχθήσεται. εἰ δὲ πρόδηλον ἐν τούτοις ἐστὶ παντὶ τὸ γελοῖόν τε καὶ ἀνόητον, οὐδὲ ἐπ' ἐκείνου πάντως ἀμφίβολον. ἀναγνοὺς γὰρ τοῦ διδασκάλου τὴν ῥῆσιν σκιὰν εὑρήσεις τὴν παιδιὰν τοῦ σοφίσματος. οὔτε γὰρ ἐν τῷ κατὰ τὸν ἄνθρωπον ὑποδείγματι τὸ δεκτικὸν τῆς ἐπιστήμης ὑπὸ τοῦ λόγου κωλύεται ἢ ὑπὸ τοῦ δεκτικοῦ τῆς διανοίας ὁ λόγος, οὔτε τὸ ἀΐδιον τῆς θείας ζωῆς ἢ τὸ ἄφθαρτον οὐκ ἔχει, ἐὰν ἄναρχον ᾖ, ἢ εἴπερ τὴν ἀφθαρσίαν τις αὐτῇ 2.1.512 μαρτυρήσειε, τὸ ἀνάρχως εἶναι ἀφαιρεθήσεται. ἀλλ' ὁ τῇ τέχνῃ τῆς διαλεκτικῆς ἀγχινοίας ἀναζητῶν τὴν ἀλήθειαν ἐκ τῶν ἰδίων τῷ ἡμετέρῳ λόγῳ παρενθεὶς ἃ ἐβούλετο ἑαυτῷ μάχεται καὶ ἑαυτὸν ἀνατρέπει, τῶν ἡμετέρων οὐ προσ απτόμενος. τὸ γὰρ παρ' ἡμῶν οὐδὲν ἕτερον ἦν ἢ τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν ἀγέννητον δι' ἐπινοίας ὀνομάζεσθαι λέγειν, ὀνομάζεσθαι, οὐχὶ γίνεσθαι, καὶ τὴν εἰς τὸ ἀόριστον προϊοῦσαν τῇ τοῦ ἀφθάρτου σημαίνειν προσηγορίᾳ, οὐ ποιεῖν 2.1.513