248
ἄφθαρτον, ἀλλὰ σημαίνειν οὖσαν τοιαύτην. ὥστε τὸ μὲν ἀόριστον καθ' ἑκάτερον εἶναι τὴν θείαν ζωὴν τοῦ ὑποκει μένου ἴδιον εἶναι, τὸ δὲ οὕτως ἢ οὕτως τὰ ἐπιθεωρούμενα τῷ ὑποκειμένῳ νοήματα λέγεσθαι περὶ τὴν φωνήν ἐστι μόνον τὴν ἐνδεικτικὴν τοῦ σημαινομένου νοήματος. ἓν νόημα περὶ τὴν θείαν ζωὴν τὸ μὴ ἐξ αἰτίας αὐτὴν εἶναι· τοῦτο ἡ τοῦ ἀγεννήτου λέξις ἐνδείκνυται. ἕτερον νόημα περὶ τὴν θείαν ζωὴν τὸ ἀόριστον αὐτὴν εἶναι καὶ ἀτελεύ τητον· τοῦτο ἡ τοῦ ἀφθάρτου προσηγορία παρίστησιν· ὥστε τὸ μὲν ὑποκείμενον εἶναι, ὅπερ ἐστίν, ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα, τὸ δὲ μήτε ἐξ αἰτίας αὐτὸ εἶναι μήτε εἰς τὸ ἀνύπαρκτόν ποτε περιΐστασθαι, ταῦτα διὰ τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας σημαίνεσθαι. 2.1.514 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννη τός20. τοῦτο δὲ κἂν μὴ παρ' ἡμῶν διευκρινηθῇ τῷ λόγῳ, παντὶ πρόδηλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι ὅπως ἐστὶ καταγέλαστον καὶ ἀνόητον, μᾶλλον δὲ ἀσεβὲς 2.1.515 καὶ κατάκριτον. ᾧ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ φθαρτοῦ πρὸς τὸ ἄναρχον συζυγίαν, τῷ αὐτῷ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπρεποῦς καταπαίζει ὀνόματος. οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι, ἀλλὰ καὶ ἄϋλός τε καὶ ἀόργητος λέγεται ἄτρεπτός τε καὶ ἀσώματος ἀόρατός τε καὶ ἀσχημάτιστος ἀληθής τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ' ἑαυτοῦ κατά τινα ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς 2.1.516 φωναῖς ἐξαγγέλλεται. παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ λέγω τῆς θεοπρεποῦς ὑπολήψεως, ἔξεστι συμπλέξαι τὴν ἐπινοηθεῖσαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυ γίαν. οἷον τὸ ἄϋλόν τε καὶ τὸ ἀόργητον ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ' οὐ κατὰ τῆς αὐτῆς διανοίας ἑκάτερον· τὸ μὲν γὰρ καθαρεύειν ὑλικῆς ἐπιμιξίας τὸ θεῖον διὰ τῆς τοῦ ἀΰλου φωνῆς ἐνοήσαμεν, ἐν δὲ τῷ ἀοργήτῳ ἡ 2.1.517 ἀλλοτρίωσις τοῦ κατὰ τὴν ὀργὴν πάθους σημαίνεται. ἐπι δραμεῖται τοίνυν καὶ τούτοις κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀρχήσεται. λέξει γὰρ κατὰ τὸν αὐτὸν εἱρμὸν τὴν ἀτοπίαν συμπλέκων· εἰ καθὸ κεχώρισται τῆς ὑλικῆς ἐπιμιξίας, ἄϋλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ διὰ τὸ μὴ προσίεσθαι τὴν ὀργήν ἐστιν ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ' αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄϋλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεύειν ὕλης ἄϋλος ὁμοῦ καὶ ὀργίλος ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὀργὴν μὴ προσίεσθαι ἀόργητός τε καὶ ὑλικὸς κατὰ ταὐτὸν εὑρεθήσεται. οὕτως καὶ ἐπὶ τῶν ἄλλων ποιήσει 2.1.518 πάντων. καὶ εἰ δοκεῖ, προθῶμεν ἑτέραν συζυγίαν ὀνομάτων τοιαύτην, τὸ ἄτρεπτον λέγω καὶ τὸ ἀσώματον. τῶν γὰρ δύο τούτων ὀνομάτων ἑκατέρου κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένων ζωῆς, ὁμοίως καὶ ἐπ' αὐτῶν ἡ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν. εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρέπτου σημαίνεται καὶ τὸ νοερὸν τῆς οὐσίας ἡ τοῦ ἀσωμάτου προσηγορία παρί στησιν, ἐρεῖ πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια καὶ ἀκοινωνήτως ἔχει πρὸς ἄλληλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. 2.1.519 ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ θεῖον μόνον ἄτρεπτον ἔσται καὶ οὐκ ἀσώματον, ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας τὸ μὲν ἀσώματον ἔχει, τοῦ δὲ ἀτρέπτου κεχώρισται· ὥστε συμβαίνειν ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρῆται ζωῆς, μετὰ τοῦ ἀτρέπτου καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι, ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματον αὐτὴν εἶναι καὶ τρεπτὴν διορίζεσθαι. 2.1.520 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον; ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀλογίαν ταύτην κατασκευαζομένην θεάσασθαι. καὶ γὰρ καὶ τὸ ἀληθινὸν καὶ τὸ δίκαιον ὁμοίως