249
ἀλλήλοις κατὰ τὴν προλαβοῦσαν πλοκὴν μαχεσθήσεται· ἄλλο γὰρ τῆς ἀληθείας καὶ ἕτερον 2.1.521 τοῦ δικαίου τὸ σημαινόμενον. ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκο λούθου καὶ περὶ τούτων Εὐνόμιον τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον, καὶ συμ βαίνειν ὅταν τὸ τῆς ἀδικίας ἀλλότριον ἐπὶ θεοῦ τις λογί ζηται, δίκαιόν τε καὶ ψευδὲς εἶναι τὸ θεῖον κατὰ ταὐτὸν ἀποφαίνεσθαι, ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλο τρίωσιν λογιζώμεθα, ἀληθὲς ἅμα καὶ ἄδικον κατασκευάζειν 2.1.522 τὸ θεῖον. οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. ἐξέσται γὰρ διὰ τῶν * κατὰ τὴν ὁμοιότροπον τοῖς προ εκτεθεῖσι σοφίαν μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν μήτε ἐν τῷ ἀοράτῳ τὸ ἀσχημάτιστον, ἀλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστρο φῆς κατασκευάσει τὸ ἀσχημάτιστον, τὰ αὐτὰ ἐπὶ τούτων εἰπών, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογιζώμεθα, ἀσχη μάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον, καὶ ὅταν τὸ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες τὸ ἔξω σχή 2.1.523 ματος εἶναι οὐ συνθησόμεθα. εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνόητα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφίσεται, ὅθεν ὁρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι' ἀκολούθου τὴν ἀτοπίαν προήγαγεν. Ἀλλ' ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελευτήτῳ θεωρούσης τὸ ἄφθαρτον καὶ ἐν τῷ ἀφθάρτῳ νοούσης τὸ ἀτελεύτητον. οὐκοῦν τι παρα πλήσιον τῇ ἀγχινοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελοιάσωμεν. ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνο 2.1.524 μάτων τούτων, ἥτις ἐστίν. ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ· εἰ δὲ ἄλλο φήσει τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελευτήτου τὸ σημαινόμενον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἐχόντων πρὸς ἄλληλα μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν 2.1.525 τῷ ἑτέρῳ τὸ ἕτερον. οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔν νοια καὶ τοῦ ἀτελευτήτου πάλιν ἑτέρα, καί ἐστι τούτων ἑκάτερον ὅπερ οὐκ ἔστι τὸ ἕτερον, οὔτε τὸ ἄφθαρτον ἀτε λεύτητον εἶναι δώσει οὔτε τὸ ἀτελεύτητον ἄφθαρτον, ἀλλὰ φθαρτὸν μὲν ἔσται τὸ ἀτελεύτητον, τελευτητὸν δὲ τὸ ἄφθαρτον. ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας μὴ καθ' 2.1.526 ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελοίῳ κατάγνωσιν. ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελοιαστὴν ὑπ' ἀνάγκης ἐπαίξαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοκὴν διαλύσωμεν. ἀλλ' εἰ μὴ βαρύ τε καὶ ὀχληρὸν τοῖς ἐντυγχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπανα λαβὼν τὸ αὐτὸ πάλιν φησὶν 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεν 2.1.527 νητός20. τὰς γὰρ ἀκαίρους ἐν τῷ μέσῳ τῶν περιττῶν παρενθήκας ὡς οὐδὲν πλέον εἰς τὴν τοῦ λόγου κατασκευὴν συντελούσας παρίημι. ἀλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ' ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥᾴδιον οἶμαι κατανοῆσαι ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὴν κατα σκευασθεῖσαν αὐτῷ καθ' ἡμῶν κατηγορίαν. ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδά σκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις 2.1.528 χρώμενοι. τῷ γὰρ ὑπερεκπίπτειν αὐτόν, φησί, τῆς τῶν αἰώνων περιγραφῆς κατὰ πᾶν διάστημα τῆς χρονικῆς πα ρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς εἴτε τὸ ἐφεξῆς λογιζοίμεθα, τὸ καθ' ἑκατέραν ἔννοιαν τῆς ἀϊδίου ζωῆς ἀόριστόν τε καὶ ἀπερίγραπτον τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαίνομεν. οὑτοσὶ δέ φησι λέγειν ἡμᾶς ὅτι τὸ ἄναρχον οὐσία ἐστὶ καὶ τὸ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα