250
ἐπιλέγει· «καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὃν ἔγραψεν· ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων». 10.1.13 Τούτων οὕτως προρρηθέντων καὶ ἀποτελεσθέντων, οὐ θαυμαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς· ἅπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ καὶ φῶς ἀληθινόν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτημένος, «δι' ἡμᾶς ἐπτώχευσεν» σάρκα λαβών, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθείς, «μορφήν» τε «δούλου» καὶ πένητος ἀνειληφώς, καὶ μάλιστα καθ' ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιείς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης. εἶθ' ἑξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι' ἡμᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται· «ἐγὼ εἶπα, κύριε ἐλέησόν με». ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ ψαλμῷ θεσπίζεται, αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει. 10.1.14 ἱστορεῖ γάρ, ὅτι λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εἶπεν, «ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ». 10.1.15 ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ' ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ᾧ εἴρηται· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν»; φησὶν οὖν ἀρχόμενος· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», καὶ δι' ὅλου τοῦ ψαλμοῦ. 10.1.16 ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με· ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι. οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά, πότε ἀποθάνῃ καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι. 10.1.17 λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνέσθων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου ἀκολούθως. σὺ δέ, κύριε, οἴκτειρόν με καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος.» 10.1.18 ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. Πρῶτον οὖν περὶ τοῦ δοκεῖν ἀπεμφαίνειν ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι». καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας. 10.1.19 διὸ λέλεκται· 10.1.19 «καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει». 10.1.20 γέγονε γοῦν «ὑπὲρ ἡμῶν κατάρα» «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃν καὶ «μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν», ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὐτόν, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ». ἀλλ' ἐπεὶ καὶ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενος «κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», εἰκότως προφέρεται τὰ ἐκκείμενα. 10.1.21 ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑποκαταβὰς ἐν αὐτῷ τῷ ψαλμῷ