250
παρ' ἡμῶν συμβάλλεσθαι· καὶ οὕτω κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθεὶς καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ' ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον 2.1.529 κατ' οὐδὲν τῶν ἡμετέρων προσάπτεται. τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν θεὸν ἄφθαρτον εἶναι τού του ἐστὶ καὶ οὐχ ἡμέτερον. ὡσαύτως καὶ τὸ ἄφθαρτον ἄναρχον μὴ εἶναι τῆς αὐτῆς ἐστιν ἀγχινοίας [τὸ] εὕρημα τῆς τὸ μὴ προσὸν εἰς τὸν τῆς οὐσίας λόγον κατατασσούσης. ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διοριζό 2.1.530 μεθα. οὐ πρόσεστι δὲ τῷ θεῷ οὔτε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι οὔτε τὸ ἀπὸ γεννήσεως τοῦ εἶναι ἄρξασθαι· ὅπερ διὰ τῶν δύο τούτων ὀνομάτων, τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας, παρίσταται. ὁ δὲ τὸν ἴδιον λῆρον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλήσας ἑαυτὸν στηλιτεύων διὰ τῆς 2.1.531 κατηγορίας τῆς καθ' ἡμῶν οὐ συνίησιν. ὁ γὰρ οὐσίαν τὴν 20ἀγεννησίαν20 εἶναι διοριζόμενος εἰς αὐτὴν κατὰ τὸ ἀκό λουθον τὴν ἀτοπίαν ἐκβήσεται ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει. ἄλλο γὰρ τῆς ἀρχῆς καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράτασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι διὰ τῆς φύσεως ἐπεκτείνουσαν, εἴπερ 2.1.532 φύσις ἡ ἀγεννησία νομίζοιτο· εἰ δὲ ἀμφότερά τις οὐσίαν εἶναι βιάζοιτο, ἀνάγκη πᾶσα κατὰ τὸν ἀποδοθέντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκει μένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν τοσοῦτον ὑπάρχον μόνον, ὅσον ἡ σημασία τῆς προσηγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενή σεται οὔτε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος οὔτε τοῦ ἀτελευτήτου τὸ ἄναρχον, ἐπειδὴ κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον καὶ ἀμίκτως τὰ δύο ταῖς ἐννοίαις ἔχει πρὸς ἄλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον οὔτε τὰ ἀναιρετικὰ τούτων ὀνό ματα πρὸς ἄλληλα ταῖς σημασίαις συμφέρεται. 2.1.533 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ κατὰ τὸ ἀγέννητον ἀτελεύτητος, ὡς μιᾶς ἐν ἑκατέροις τῶν ὀνομάτων ἐμφάσεως οὔσης. εἰ τοίνυν καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ ταὐτόν ἐστι κατὰ τὸ σημαινόμενον τὸ ἀτελεύτητόν τε καὶ ἀγέννητον, ἀτελεύτητον δὲ καὶ τὸν υἱὸν εἶναι συντίθεται, ἀγέννητον ἐκ τῆς ἀκολουθίας ταύτης καὶ τὸν υἱὸν κατ' ἀνάγκην συν θήσεται, εἴπερ ταὐτόν ἐστι, καθὼς εἴρηκε, τῷ ἀνάρχῳ τὸ 2.1.534 ἀτελεύτητον. ὡς γὰρ ἐν τῷ ἀγεννήτῳ βλέπει τὸ ἀτελεύ τητον, οὕτως ὁμολογεῖ νενοηκέναι καὶ ἐν τῷ ἀτελευτήτῳ τὸ ἄναρχον. οὐ γὰρ ἂν ἐν τῷ ἴσῳ τὴν τῶν ὀνομάτων ἀνα στροφὴν ἐποιήσατο. ἀλλὰ 20φύσει καὶ οὐ παραθέσει τῶν αἰώνων20, φησίν, 20ὁ θεός ἐστιν ἀγέννητος20. τίς δὲ ὁ περὶ τούτου μαχόμενος, τὸ μὴ φύσει τὸν θεὸν πᾶν 2.1.535 εἶναι ὅ τι καὶ λέγεται; καὶ γὰρ καὶ δίκαιον καὶ δυνατὸν καὶ πατέρα καὶ ἄφθαρτον οὔτε τῇ πρὸς τοὺς αἰῶνας παρα θέσει λέγομεν τὸν θεὸν εἶναι οὔτε τῇ πρὸς ἕτερόν τι τῶν ὄντων ἀναφορᾷ, ἀλλὰ περὶ αὐτὸ τὸ ὑποκείμενον, ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστίν, πᾶσαν εὐσεβῆ θεωροῦμεν ὑπόληψιν. ὡς εἴ γε καθ' ὑπόθεσιν μήτε αἰὼν μήτε τι ἄλλο τῶν κατὰ τὴν κτίσιν νοουμένων δεδημιούργητο, οὐδὲν ἧττον ἦν ἂν ὁ θεὸς ὅπερ νῦν εἶναι πεπίστευται, οὐδὲν τῶν αἰώνων εἰς τὸ 2.1.536 γενέσθαι ὅ ἐστι προσδεόμενος. ἀλλ' 20οὐκ ἐπείσακτον20, φησίν, 20οὐδὲ σύνθετον οὐδὲ διάφορον ἔχει ζωήν· αὐτὸς γάρ ἐστιν ἡ ἀΐδιος ζωὴ κατ' αὐτὴν τὴν ζωὴν ἀθάνατος, κατ' αὐτὴν τὴν ἀθανασίαν ἄ φθαρτος20. ταῦτα καὶ περὶ τοῦ μονογενοῦς μεμαθήκαμεν, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι, εἰ μή τις ἄρα ταῖς Ἰωάννου φωναῖς ἐκ τοῦ προφανοῦς διαμάχοιτο. οὔτε γὰρ ἐπεισήχθη τῷ υἱῷ ἡ ζωή (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή) οὔτε σύνθετος αὐτοῦ ἡ ζωὴ οὔτε διάφορος, ἀλλὰ κατ' αὐτήν ἐστι τὴν ζωὴν ἀθάνατος (<ἐν> τίνι γὰρ ἄν τις ἄλλῳ τὸ ἀθάνατον πλὴν ἐν ζωῇ θεωρήσειε;) καὶ κατ' αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος. τὸ