251
γὰρ θανάτου κρεῖττον καὶ φθορᾶς πάντως ἐστὶν ἀνεπίδεκτον. 2.1.537 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες· ἐξ ἐκείνης γὰρ δοκεῖ μοι τῆς παρασκευῆς τὰ εἰρημένα προενηνοχέναι. τί γάρ φησιν; 20ἄφθαρτος ὢν ἀνάρχως ἀγέννητός ἐστιν ἀτε λευτήτως οὔτε καθ' ἕτερον οὔτε δι' ἕτερον οὔτε πρὸς ἕτερον λεγόμενος20. ὁ γὰρ κεκαθαρμένος τὴν ἀκοὴν καὶ διορατικὸς τὴν διάνοιαν οἶδε καὶ πρὸ τῶν ἐμῶν λόγων ὅτι πλὴν τοῦ πατάγου τῶν ὀνομάτων, ἃ τῇ ἀλλοκότῳ αὐτῶν συμπλοκῇ κατεκρότησεν, οὐδὲν ἴχνος ἐπι 2.1.538 στημονικῆς διανοίας ἐν τοῖς εἰρημένοις εὑρίσκεται. εἰ δὲ ἄρα τις καὶ σκιὰ νοήματος τῷ ψόφῳ τῶν ῥημάτων ἐνευ ρεθείη, ἀσεβὲς τὸ εὑρεθὲν ἔσται πάντως ἢ καταγέλαστον. τί γὰρ νοῶν τοῦτο λέγεις, εἰπέ μοι, ὅτι ἄναρχός ἐστιν ἀτελευτήτως καὶ ἀτελεύτητος ἀνάρχως; ἆρα ταὐτὸν οἴει τὴν ἀρχὴν εἶναι τῷ τέλει καὶ καθ' ἑνὸς κεῖσθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἕν τι τὸ ὑποκείμενον δι' ἑαυτῶν δηλοῦσι, καὶ τούτου χάριν ὥσπερ τὴν ἀρχὴν τῷ τέλει ταὐτὸν εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἑκατέρου τούτων ἀναιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσας τῷ ἀνάρχῳ ταὐτὸν εἶναι τὸ ἀτε λεύτητον μίαν τὰς δύο φωνὰς συγχέας ἐν ἀλλήλαις ἐποίησας, καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελευτήτως καὶ ἀτελεύτητον ἀγεννήτως; 2.1.539 καὶ πῶς οὐκ εἶδες τὸ ἀσεβὲς ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως ἡ τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέν νητον ἀτελευτήτως εἶναι ἀγέννητον καὶ τὸ ἀτελεύτητον ἀγεννήτως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα πᾶν ἀτελεύτητον μὴ ἄλλως εἶναι εἰ μὴ ἀγεννήτως εἴη· καὶ οὕτως εὑρίσκεταί σοι, ὦ φίλτατε, ἡ πολυθρύλητος 20ἀγεννησία20 ἡ μόνη κατὰ σὲ τοῦ πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον καὶ πάντα ποιοῦσα τῷ πατρὶ ὁμο ούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφαίνεσθαι, οἷς διὰ τῆς ἀθα νασίας πρόεισιν ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις ἀγγέ λοις ἀνθρωπίναις ψυχαῖς, τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ 2.1.540 δυνάμει, τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. εἰ γὰρ τὸ ἀτελεύ τητόν τε καὶ ἄφθαρτον ἀγεννήτως κατὰ τὸν σὸν λόγον πάντως ἐστί, παντὶ τῷ ἀτελευτήτῳ τε καὶ ἀφθάρτῳ συν θεωρεῖσθαι πάντως χρὴ τὸ ἀγέννητον. τούτοις περιπί πτουσιν οἱ πρὶν μαθεῖν ἃ προσήκει μαθεῖν, δι' ὧν διδάσκειν 2.1.541 ἐπιχειροῦσι τὴν ἑαυτῶν ἀμαθίαν δημοσιεύοντες. εἰ γὰρ εἶχέ τινα διακριτικὴν ἐπιστήμην, οὐκ ἂν ἠγνόησε τὴν ἰδιαζόντως ἐγκειμένην τῷ τε ἀνάρχῳ καὶ τῷ ἀτελευτήτῳ διάνοιαν, καὶ ὅτι τὸ μὲν ἀτελεύτητον κοινὸν πάντων ἐστίν, ὅσα διαρκεῖν πεπίστευται τῇ ζωῇ πρὸς τὸ ἄπειρον, τὸ δὲ ἄναρχον μόνου 2.1.542 ἐστὶ τοῦ ἄνευ αἰτίας ὄντος. πῶς οὖν ἐστι τὸ πάντων κοινὸν ἰσοδύναμον ἐκείνων νομίσαι, ὃ μόνου τοῦ θεοῦ κατ' ἐξαί ρετον εἶναι παρὰ πάντων πεπίστευται, ὥστε διὰ τούτου ἢ κοινοποιῆσαι πρὸς πάντα τὰ τῆς ἀθανασίας μετέχοντα τὸ ἀγέννητον ἢ μηδὲν ἀθάνατον συγχωρεῖν εἶναι, εἴπερ μόνου ἐστὶ τοῦ ἀγεννήτου τὸ ἀτελευτήτως εἶναι, καὶ τὸ ἔμπαλιν εἰ τοῦ ἀτελευτήτου μόνου ἐστὶ τὸ ἀγεννήτως εἶναι. οὕτω γὰρ ἂν εἶναι νομισθείη τὰ ἀτελεύτητα πάντα ἀγέννητα. 2.1.543 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοι δορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὰ πλεῖστα τῶν ἐφεξῆς παρα δραμεῖν ἀνεξέταστα. ἐν πᾶσι γὰρ ὁ αὐτός ἐστιν οὐ τοῖς παρ' ἡμῶν συμπλεκόμενος, ἀλλ' ἑαυτῷ διδοὺς ὡς ἐκ τοῦ ἡμετέρου δῆθεν τὰς πρὸς ἀντίρρησιν ἀφορμάς· οἷς τὸ δι' ἀκριβείας ἐπεξιέναι μάταιον ἄν τις εἴποι τῶν κρίνειν ἐπε σκεμμένων, ἑκάστου τῶν μετὰ διανοίας ἐντυγχανόντων αὐτὸν τῷ συγγράμματι ἐξ αὐτῶν τῶν λεγομένων τὴν συκοφαντίαν 2.1.544 καταλαμβάνοντος. 20πρεσβυτέραν20 λέγει 20τοῦ θεοῦ τὴν ἀξίαν τῆς τοῦ ἡμετέρου καθηγητοῦ ἐπι νοίας20. οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἡ γὰρ τοῦ