1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

252

καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου». 10.1.30 ὁ γοῦν Σύμμαχος, «εἰσερχόμενος», φησίν, «ἐπισκοπῆσαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με». μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύπτων τὴν ἐπιβουλήν, 10.1.31 ἐξιὼν δὲ μετὰ πλειόνων «ὁμοθυμαδὸν» καὶ ἐπὶ τὸ αὐτὸ «κατελάλει», τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσιν λεληθότως περὶ ἑτέρων οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ' οἷς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ' αὐτῶν ἐκείνων ἐψιθύριζεν. διό φησιν· «ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ· ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμοῦ· ἐλογίζοντο κακά μοι· λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ». 10.1.32 ἔοικεν δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων «λόγον παράνομον» διὰ τῆς προφητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ' αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον καὶ μηκέτ' ἐν ζῶσιν ἐξετασθησομένου. 10.1.33 τοιοῦτον γάρ ἐστιν τὸ «μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν, εἰπών· «καὶ πεσὼν οὐκέτ' ἀναστήσεται», ὁ δὲ Ἀκύλας φησίν· «καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι». καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ. ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθητευθέντος αὐτῷ, ἑξῆς ἐπιφέρει λέγων· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν», 10.1.34 ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος· «καὶ ἄνθρωπος», φησίν, «ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου». χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος. 10.1.35 Ἀλλ' ἐπειδήπερ ἐπιβουλεύοντες οἱ ἐχθροὶ ἔλεγον· «πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ», ᾤοντό τε κοιμηθέντα μηκέτ' ἀναστήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησίν· «σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ». 10.1.36 καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθεν τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε «ὁ ἐχθρὸς» αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπονειδίζοντας εἰπεῖν· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος;» ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφοράς, αἷς εἰκότως περιπεπτώκασιν, τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες. 10.1.37 καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν. τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξεν τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατήρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων· «ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί». τούτοις ἐπιλέγει· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου». 10.1.38 καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμπων ἐπὶ τοσαύτῃ ταθάρρηκεν παρρησίᾳ, ὡς «ἀκακίαν» ἑαυτῷ μαρτυρεῖν, καίτοι ἀνωτέρω φήσας· «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι». 10.1.39 ἀλλὰ τὸ μὲν «ἥμαρτόν σοι» ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστερον παρέστησεν εἰπών· «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι», ὃ καὶ