252
θεοῦ ἀξία, ἥντινα χρὴ καὶ ταύτην νομίζειν εἶναι, οὐ τῆς καθ' ἡμῶν μόνον γενεᾶς προτερεύει, ἀλλὰ καὶ πάσης τῆς κτίσεως καὶ αὐτῶν ὑπέρκειται τῶν αἰώνων. τί οὖν ἐκ τούτων τῷ λόγῳ προσγίνεται, εἰ μὴ Βασιλείου μόνον, ἀλλὰ καὶ πάντων τῶν ὄντων ἀνωτέρα ὁμολογεῖται τοῦ θεοῦ ἡ ἀξία; ναί, φησίν, 2.1.545 ἀλλὰ τὸ ὄνομα ἡ ἀξία ἐστίν. καὶ τίς ἀπέδειξε ταὐτὸν εἶναι τῇ ἀξίᾳ τὴν προσηγορίαν, ἵνα καὶ ἡμεῖς τῷ λεγομένῳ συνθώμεθα; 20φύσεως ἡμᾶς20, φησί, 20διδάσκει θε σμὸς ἐν τοῖς ὀνομαζομένοις πράγμασιν, οὐκ ἐν τῇ τῶν ὀνομαζόντων ἐξουσίᾳ κεῖσθαι τὴν τῶν ὀνομάτων ἀξίαν20. τίς οὗτος ὁ τῆς φύσεως νόμος καὶ πῶς οὐ κατὰ πάντων κεκυρωμένος; εἰ γὰρ <ἡ> φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων αὐτὴν ἔδει τὸ κράτος ἔχειν τῶν κοινωνούντων τῆς φύσεως, ὥσπερ καὶ τὰ ἄλλα 2.1.546 πάντα ὅσα ἐστὶ τῆς φύσεως ἴδια. εἰ οὖν ὁ νόμος τῆς φύ σεως ἐκ τῶν πραγμάτων ἡμῖν ἀναφύεσθαι τὰς προσηγορίας ἐποίει ὥσπερ ἐκ τῶν σπερμάτων ἢ τῶν ῥιζῶν τὰ βλαστή ματα, καὶ μὴ τῇ προαιρέσει τῶν δηλούντων τὰ πράγματα τὰς σημαντικὰς τῶν ὑποκειμένων ἐπωνυμίας ἐπέτρεπε, πάντες ἂν ἦμεν οἱ ἄνθρωποι πρὸς ἀλλήλους ὁμόγλωσσοι. μὴ γὰρ παρηλλαγμένων τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, οὐκ ἂν πρὸς ἀλλήλους κατὰ τὸ εἶδος διεφωνοῦμεν τοῦ λόγου. 20ὅσιόν20 φησιν 20εἶναι καὶ τῷ τῆς προνοίας νόμῳ προσφυέστατον ἄνωθεν ἐπικεῖσθαι τοῖς 2.1.547 πράγμασι τὰς φωνάς20. πῶς οὖν ἠγνόησαν οἱ προφῆται τὸ ὅσιον καὶ τὸν τῆς προνοίας νόμον οὐκ ἐπαιδεύθησαν, οἱ μηδαμοῦ κατὰ τὸν σὸν λόγον τὴν ἀγεννησίαν θεοποιή σαντες; πῶς δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγνοεῖ τὸ τοιοῦτον εἶδος τῆς ὁσιότητος, ὅς γε οὐκ ἄνωθεν ἐπιτίθησι τοῖς παρ' αὐτοῦ πλασθεῖσι ζῴοις τὰς προσηγορίας, ἀλλὰ τῷ Ἀδὰμ τὴν ἐξουσίαν τῆς ὀνοματοποιΐας χαρίζεται; εἰ γὰρ προσφυὲς τῷ τῆς προνοίας νόμῳ, καθώς φησιν ὁ Εὐνόμιος, καὶ ὅσιόν ἐστι τὸ ἄνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς, ἀνό σιον πάντως καὶ ἀνάρμοστον παρὰ τῶν κάτω τοῖς οὖσιν ἐφαρμοσθῆναι τὰς κλήσεις. 2.1.548 Ἀλλ' 20ὁ πάντων κηδεμών20, φησί, 20δημιουρ γίας νόμῳ ταῖς ἡμετέραις ἐγκατασπεῖραι ψυ χαῖς ἐδικαίωσε20. καὶ εἰ ταῦτα ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεσπάρη, πῶς ἀπὸ Ἀδὰμ μέχρι τῆς σῆς παρα βάσεως ὁ τῆς ματαιότητος ταύτης καρπὸς οὐκ ἐβλάστησε ταῖς ψυχαῖς, ὡς φῄς, τῶν ἀνθρώπων ἐγκείμενος, ὥστε ὄνομα τῆς τοῦ πατρὸς οὐσίας τὴν 20ἀγεννησίαν20 κλη θῆναι; εἶπε γὰρ ἂν τοῦτο καὶ ὁ Ἀδὰμ καὶ οἱ καθεξῆς ἀπ' ἐκείνου πάντες, εἴπερ παρὰ τοῦ θεοῦ τῇ φύσει τὸ τοι 2.1.549 οῦτον κατέσπαρτο. ὥσπερ γὰρ τὰ νῦν ἐκ τῆς γῆς φυόμενα ἐκ τῆς σπερματικῆς διαδοχῆς ἀπὸ τῆς πρώτης κτίσεως εἰς ἀεὶ διαμένει καὶ οὐδὲν ἐν τῷ παρόντι σπέρμα καινοτομεῖται παρὰ τῆς φύσεως, οὕτως καὶ ὁ λόγος οὗτος, εἴπερ ἦν, καθὼς σὺ φῄς, θεόθεν κατεσπαρμένος τῇ φύσει, τῇ πρώτῃ ἂν τῶν πρωτοπλάστων φωνῇ συνεβλάστησε καὶ τῇ διαδοχῇ τῶν ἐπιγινομένων συνδιεξήρχετο. ἀλλ' ἐπειδὴ τοῦτο παρὰ τὴν πρώτην οὐκ ἦν (οὐδεὶς γὰρ τῶν πρώτων μέχρι τοῦ νῦν ἀνθρώπων πρὸ σοῦ τὸ τοιοῦτον ἐφθέγξατο), δῆλον ὅτι νόθον τι καὶ παρευρημένον ἐκ τῆς ζιζανιώδους ἀνεφύη σπορᾶς, οὐκ ἐκ τῶν καλῶν ἐκείνων σπερμάτων ἃ τῷ ἀγρῷ 2.1.550 τῆς φύσεως, εὐαγγελικῶς εἰπεῖν, ὁ θεὸς κατεβάλετο. ὅσα γὰρ ἐν τῇ κοινῇ φύσει πάντως ἐστίν, οὐ νῦν τοῦ εἶναι τὴν ἀρχὴν ἔχει, ἀλλ' ἐκ τῆς πρώτης συστάσεως συνανεφάνη τῇ φύσει, ὡς ἥ τε τῶν αἰσθητηρίων ἐνέργεια καὶ τὸ πρός τι τῶν ἀνθρωπίνων ἐπιθυμητικῶς ἢ ἀλλοτρίως ἔχειν καὶ εἴ τι ἄλλο τοιοῦτον κοινὸν ὁμολογεῖται τῆς φύσεως, ὧν οὐδὲν ἐν τοῖς ἐπιγινομένοις ὁ βίος ἐκαινοτόμησεν, ἀλλ' ἐν τοῖς αὐτοῖς ἰδιώμασι ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων συνδιατηρεῖται διὰ παντὸς τὸ ἀνθρώπινον, οὐδὲν τῆς φύ σεως οὔτε τῶν ἐξ ἀρχῆς προσόντων ἀποβαλλούσης οὔτε 2.1.551 τῶν μὴ προσόντων προσλαμβανούσης. ὥσπερ δὲ τὸ μὲν ὁρᾶν κοινὸν ὁμολογεῖται τῆς φύσεως, τὸ δὲ τεχνικῶς ὁρᾶν ἐξ ἐπιτηδεύσεως τοῖς ἐσπουδακόσι περὶ τὰς ἐπιστήμας προσγίνεται (οὐ γὰρ πάντων ἐστὶν ἡ διὰ τῆς διόπτρας ἐπι στημονικὴ κατανόησις ἢ τῶν γεωμετρικῶν γραμμῶν ἡ ἀπο δεικτικὴ