1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

253

αὐτὸ λέγοιτ' ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο. 10.1.40 τὸ δὲ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου» τὴν δι' ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησιν, δι' ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων, ἐπιλέγει· «καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα», ἢ «καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος» κατὰ τὸν Σύμμαχον. 10.2.1 Ἀπὸ Ψαλμοῦ νδʹ. «Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέν με σκότος», καὶ τὰ ἑξῆς. 10.2.2 οἷς ἐπιλέγει· «καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντι λογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.» 10.2.3 Τὸ «εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ, σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα» ὅμοιόν ἐστιν τῷ «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν», περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ. 10.2.4 ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο «ἄνθρωπος εἰρήνης» ποτὲ γεγονώς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο, εἷς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτως καὶ ἐν τῷ προκειμένῳ «ἰσόψυχος» καὶ «ἡγεμὼν» καὶ «γνωστὸς» αὐτῷ προσηγόρευται. 10.2.5 καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν», τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα»· καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἷς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς. 10.2.6 τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ «τοῖς ὄχλοις» «ἐν παραβολαῖς» ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, «ἐπέλυεν ἅπαντα». διὸ λέλεκται «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμὸν» καὶ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα». 10.2.7 ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπών· «οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον», ὁ δὲ Σύμμαχος· «οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν». ἀντὶ δὲ τοῦ «σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου» ὁ Σύμμαχός φησιν «σὺ δὲ ἄνθρωπε ὁμότροπός μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου». ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ «ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν», καὶ τὰ ἑξῆς. 10.2.8 Ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας, ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιδάσκει λέγων· «ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέν με. ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου». 10.2.9 ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ' ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ' αὐτοῦ προδοσίας συνεσκευάσατο· 10.2.10 τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, «ἀδολεσχίαν»