253
θεωρία ἢ εἴ τι τοιοῦτον ἕτερον, ἐφ' ὧν οὐ τὸ βλέπειν, ἀλλὰ τὸ πρός τι κεχρῆσθαι τῷ βλέπειν παρὰ τῆς τέχνης ἐφεύρηται), οὕτω καὶ τὸ λογικὸν μὲν εἶναι κοινὸν ἄν τις εἴποι τῆς ἀνθρωπίνης οὐσίας καὶ ἴδιον ἄνωθεν συγκατουσιωμένον τῇ φύσει, τὸ δὲ τοῖς οὖσι σημαντικάς τινας ἐφευρίσκειν προσηγορίας τῶν ἀνθρώπων εἶναι τῶν τὴν λογικὴν δύναμιν θεόθεν ἐν ἑαυτοῖς κεκτημένων, τῶν ἀεὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν λέξεις τινὰς τῶν πραγμάτων ἐμφαντικὰς ἐφευ 2.1.552 ρισκόντων. ἀλλ' 20ἐὰν ταῦτα κρατῇ, δυοῖν20 φησι κατασκευάζεσθαι θάτερον, ἢ τῶν ἐπινοούντων τὴν ἐπίνοιαν πρεσβυτέραν ἢ τὰς τῷ θεῷ κατὰ φύσιν προσηκούσας προσηγορίας καὶ πάντων προϋπαρχούσας τῆς τῶν ἀνθρώπων γενέσεως ὑστέρας20. ἆρα καὶ πρὸς τὰ τοιαῦτα διαμάχεσθαι χρὴ καὶ πρὸς τὴν οὕτως ἔκδηλον ἄνοιαν διὰ τοῦ λόγου συμ πλέκεσθαι; καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πι στευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμο λογεῖν εἶναι τὰς τῶν ῥημάτων φωνὰς ἢ πλημμελεῖν εἰς τὸ θεῖον οἴεσθαι, τῶν ἀνθρώπων, καθὼς χωροῦσι μετὰ τὸ 2.1.553 γενέσθαι ἄνθρωποι, τὸ θεῖον ὀνομαζόντων; τὸ γὰρ μὴ δεῖσθαι τὴν ὑπερέχουσαν φύσιν ῥημάτων διὰ φωνῆς καὶ γλώττης ἐκτυπουμένων ἤδη τε εἴρηται καὶ περιττὸν ἂν εἴη διὰ τῶν αὐτῶν ὄχλον ἐντιθέναι τῷ λόγῳ. τὸ γὰρ ἀπροσ δεὲς τῇ φύσει καὶ τέλειον καὶ ἀπέριττον οὔτε τι τῶν δεόν των οὐκ ἔχει οὔτε τῶν μὴ δεόντων τι ἔχει. ἐπεὶ οὖν τὸ μὴ δεῖν αὐτῷ τῆς ὀνοματικῆς κλήσεως ἐκ τῶν φθασάντων ἀποδέδεικται λόγων καὶ ἐκ τῆς κοινῆς τῶν νοῦν ἐχόντων συγκαταθέσεως ὁμολογεῖται, οὐδεὶς ἂν ἀντείποι τῆς ἐσχάτης ἀσεβείας εἶναι τὸ προσμαρτυρεῖν τῷ θεῷ τὰ μὴ δέοντα. 2.1.554 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγ χειν· ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸς ὁ τῷ ἀντι δίκῳ πονηθεὶς λόγος συνήγορος τῶν τῆς εὐσεβείας δογμά των ἀναφανήσεται. φησὶ γὰρ 20τὴν οὐσίαν αὐτὴν 2.1.555 ἀφθαρσίαν εἶναι καὶ ἀθανασίαν ὡσαύτως20. ἐγὼ δὲ εἴτε πρόσεστι ταῦτα τῇ θείᾳ φύσει εἴτε αὐτὰ ταῦτα κατὰ τὸ σημαινόμενον ἡ οὐσία ἐστίν, οὐδὲν οἶμαι χρῆναι πρὸς αὐτὸν διαμάχεσθαι· ὅ τι γὰρ ἂν νικήσῃ τῶν εἰρη μένων, τὸν ἡμέτερον πάντως συστήσει λόγον. εἰ μὲν γὰρ προσείη τῇ οὐσίᾳ τὸ μὴ φθείρεσθαι, πρόσεστιν αὐτῇ πάν τως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι, καὶ οὕτως ὁ τῆς ἀγεν νησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀπ 2.1.556 ωσθήσεται. εἰ δὲ ὅτι οὐ φθείρεται ὁ θεός, ἀφθαρσίαν τις λέγοι τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτου κρείττων ἐστί, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο, ἄφθαρτος δὲ ὁ υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία ἂν εἴη καὶ ἀθανασία καὶ τοῦ μονογενοῦς ἡ οὐσία. εἰ οὖν ἀφθαρσία μὲν ὁ πατήρ, ἀφθαρσία δὲ ὁ υἱός, οὐσία δὲ τούτων ἑκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ' οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ' ἀμφοτέρων ἡ φύσις τῆς φθορᾶς ἠλλο 2.1.557 τρίωται. κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαμβάνων ταῖς ἀφύ κτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῇ, λέγων εἰ μὲν διορίζοιτο παρ' ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ θεῖον κατασκευάζεσθαι, εἰ δὲ ἡ ἁπλότης ὁμο λογοῖτο, αὐτῆς τῆς οὐσίας σημαντικὴν τὴν ἀφθαρσίαν καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι, πάλιν αὐτὸν σύμ 2.1.558 μαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν τῷ προσεῖναί τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἐκτὸς τῆς οὐσίας ἀπο ποιήσεται, ἀλλὰ φύσει πατέρα ὁμολογήσει ὡς ἄφθαρτόν τε καὶ ἀθάνατον, καὶ οὕτως καὶ μὴ βουλόμενος εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν υἱὸν καταδέξεται. οὐ γὰρ ἔσται δυνατὸν ἐκείνου φύσει πατρὸς ὄντος τῆς φυσικῆς πρὸς 2.1.559 αὐτὸν σχέσεως τὸν υἱὸν ἀφορίζεσθαι. εἰ δὲ ἔξω τῆς φύ σεως προσεῖναι λέγοι τῷ θεῷ τὴν πατρότητα, καὶ ἡμῖν δώσει πάντως κατ' ἐξουσίαν προσεῖναί τι λέγειν τῷ πατρί, ὡς οὐδὲν τῆς ἁπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνοιτο. εἰ δὲ αὐτῆς φησι τῆς οὐσίας σημαντικὸν