1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

254

ἀποκαλεῖ, φάσκων· «ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν», φησίν, «ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι». 10.2.11 ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι' ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι. ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐαγγελίῳ ὑπ' αὐτοῦ λελεγμένοις κατὰ τὸν τοῦ πάθους καιρόν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ», 10.2.12 καὶ πάλιν· «νῦν ἡ ψυχή μου τετάρακται». ὅμοια γοῦν τούτοις ἐστὶν καὶ τὰ ἐν τῷ ψαλμῷ, ἐν ᾧ λέλεκται· «ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ, φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέν με σκότος», δι' ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ' αὐτοῦ ὁρμὰς σημαίνει. 10.2.13 ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ «πνεύματι πορνείας ἐπλανήθησαν», καὶ ἄλλο «πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ» τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικόν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν. 10.2.14 οὕτω δ' ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾶν εἴωθεν, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι. 10.2.15 πλὴν ἀλλ' εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ' οὔ τι γε κατέρραξεν αὐτόν, ἐπεὶ οἷα γενναῖος ἀθλητὴς τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς αὐτὸς γὰρ ἡ ζωή μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν, 10.2.16 ἐπεὶ κατὰ τὸν Ἡσαΐαν ἐπανεπαύσατο «ἐπ' αὐτὸν» μετὰ τῶν ἄλλων πνευμάτων καὶ «πνεῦμα βουλῆς καὶ ἰσχύος». οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασεν δυνάμει, ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εὕροις δ' ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσώπου· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος», 10.2.17 καὶ πάλιν· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», καὶ αὖθις· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». 10.2.18 σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ «περιέσχον» μὲν αὐτὸν καὶ «περιεκύκλωσαν» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ' αὐτοῦ δεδύνηνται. 10.2.19 καὶ ταῦτα μὲν ..., εἰ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ' αὐτὸν ἀλλ' ἐφ' ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτός, ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλήμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς· «εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ νῦν σχολὴ διηγεῖσθαι. 10.3.1 Ἀπὸ Ψαλμοῦ ρηʹ. «Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέ βαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ'