255
ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» 10.3.2 Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς καὶ ταῦτα φήσας· «ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. 10.3.3 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» 10.3.4 ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμόν, ὅπως πληρωθῇ τὸ τῆς προφητείας, ὅτε κλήρου γενομένου «ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων». τούτων οὕτως ἐκτελεσθέντων, ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ ψαλμῷ πρόσωπον οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσεν, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας. 10.3.5 φησὶν οὖν· «ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς», τὴν ὑπ' αὐτοῦ παραδοθεῖσαν τοῖς αὐτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγασθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ. 10.3.6 «Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου» κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· «τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς». 10.3.7 τοιαῦτα γοῦν κατ' αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν «ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 10.3.8 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;» ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς «εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί;» δόλιον δὴ στόμα, δι' οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ σωτῆρος ἡμῶν ἐδήλου, λέγων· «ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν, κρατήσατε αὐτόν». 10.3.9 ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε «προσελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ' ᾧ πάρει;» καὶ πάλιν· «Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» τούτων δ' οὖν ἕνεκα προλαβὼν διὰ τοῦ ψαλμοῦ φησιν· «ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν», ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει. 10.3.10 λέγει δ' οὖν τὸ εὐαγγέλιον, ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν «ἔτι» τοῖς ἑαυτοῦ μαθηταῖς «λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ». 10.3.11 οἷς καὶ εἶπεν ὁ κύριος· «ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ