256
ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν». Ἔτι δέ φησιν ἐν τῷ ψαλμῷ· «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην». 10.3.12 τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρί, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν παρεσκευασμένων. «κακὰ» δὲ εἰς αὐτὸν «ἔθεντο» «ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφελείας αὐτοῖς παρεσχημένον. 10.3.13 ἀνθ' ὧν, ἐπειδήπερ «κακὰ ἀντὶ ἀγαθῶν» «ἔθεντο» κατ' αὐτοῦ «καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, εἰκότως ἐπιλέγει· «κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» 10.3.14 ἃ καὶ αὐτὰ ὁποίαν εἴληφεν τὴν ἔκβασιν, ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν, ἐπ' αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστιν συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἡγούμενος ἁμαρτωλός, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι. 10.3.15 τίς δ' οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέλεσμα; φήσαντος γὰρ τοῦ λόγου «γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι», σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος καθ' ὃν ἔδοξαν διαμένειν, μεθ' ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ' ᾗ καὶ «τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος», ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός. 10.3.16 καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ αὐτοῖς τούτοις καταλλήλως νοήσεις. Τὰ δ' ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα, ἐν τῷ «γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί» καὶ τὰ παραπλήσια, ἀνάγοιτ' ἂν καὶ ἐπ' αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ' ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αὐτῷ τὸν σωτήριον λόγον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς· περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ «καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη». 10.3.17 πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδείξαμεν ἐν τῷ «μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα», τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασιν· 10.3.18 τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσιν διὰ τὰ τετολμημένα αὐτῷ φησιν. τίνα δὲ ταῦτα, ἐπιφέρει λέγων· «ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ». 10.3.19 οἷς ἑξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων· «καὶ σύ, κύριε κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με· ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ». Οἷς μεθ' ἕτερα ἐπιλέγει· «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· 10.3.20 ἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν», ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν, ὅτε «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες», «ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι». ἐπεὶ δὲ εἰσέτι