257
κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολου θοῦντες τῇ συμβουλῇ τῆς σοφίας, ἥ φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενε 2.1.584 σιουργὸν θεωρεῖσθαι. δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περι κρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν· καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι 2.1.585 φύσεως. ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐν εργείας κεκρατηκέναι κατελαβόμεθα. πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπι στευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ δια σημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. ὁ γὰρ εἰπὼν ὅτι Ὁ θεός μου πρόσσχες μοι καὶ Ἴδε ὁ θεός καὶ τὸ Ὁ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ 2.1.586 θεᾶσθαι θεὸς ὀνομάζεται. διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι. ἐπεὶ οὖν τὸ θεατὸν ὁ θεώ μενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέ γεται. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύ σεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα· οὐ μὴν ἐπειδὴ ὀνό ματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς 2.1.587 δόξαν ὑπολαμβάνομεν. ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφω νήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πι στεύειν ὄνομα. τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περι λήψεως τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀν θρώποις καθίσταται. 2.1.588 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δή ποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν· ὧν τὴν ἔκ θεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι 20τὸν τύπον τῶν ὀνομάτων κυριώτερον20 ἡμᾶς 20ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δω ρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσο 2.1.589 τιμίαν20; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι 20δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν20, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε 2.1.590 ὑπάρχον μήτε νοούμενον. τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι. καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, δια φορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω (τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ᾖ, 2.1.591 τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται· εἰ γὰρ ὑποστολήν τινα κατὰ