1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

258

ἐδοκιμάσθην ὑπὲρ αὐτῶν», 10.4.6 ἀνθ' οὗ πάλιν ὁ μὲν Ἀκύλας φησίν· «καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμή, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν». καὶ πρόσσχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι. 10.4.7 ἔοικεν δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν· ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων καὶ μυρία ὅσα ὑμᾶς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας, ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασιν καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσιν καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι «δότε τὸν μισθόν μου ἢ ἀπείπασθε» αἰτῶν αὐτούς, ὡς εἰκός, καρποὺς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως. 10.4.8 οἱ δέ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου», «τριάκοντα ἀργυροῦς» στήσαντες, ὥσπερ τοσούτου αὐτὸν πωλούμενον ἐτιμήσαντο. 10.4.9 ἀλλ' ἐπεὶ «τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει», εἰκότως προστάττει καθεῖναι αὐτοὺς «εἰς τὸ χωνευτήριον», ἐπιλέγων· «ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν». χωνευτήριον δὲ ἐνταῦθα ἔοικεν τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα «κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον», ἐπιφέρει· «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». 10.4.10 κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου «ῥῖψον αὐτό» δῆλον δ' ὅτι τὸ ἀργύριον «πρὸς τὸν πλάστην», ἐπιφέρει· «καὶ ἔρριψα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην», 10.4.11 κατὰ δὲ τὸν Σύμμαχον, εἰπόντος τοῦ κυρίου· «ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον», ἐπιφέρει λέγων· «καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, ἰδὼν «ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν τὸ ἀργύριον τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτῷ τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο. 10.4.12 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.» 10.4.13 ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι· τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου, 10.4.14 ἀντὶ δὲ τοῦ «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον» ἐσφαλμένως πεποιηκότος· «καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως». σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι' αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· «ῥίψας γοῦν», φησίν, «Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν». 10.4.15 καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν καὶ πεπληρῶσθαι τὸ «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καὶ ὅρα γε μήποτε «χωνευτήριον» ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι