1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

259

μὴ καθαράς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας. 10.4.16 ὅπερ ὁ Ἀκύλας, ἔρριφεν, φήσας, τὸ ἀργύριον ἐν τῷ «οἴκῳ κυρίου πρὸς τὸν πλάστην», σαφῶς διδάσκει, ὡς τοῦ λόγου τοῦ θείου, δίκην πλάστου, κατοικοῦντος εἰς τὸν οἶκον κυρίου καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσιόντων ψυχάς. Πλὴν ἀλλ' ἐπείπερ ἡ τιμὴ τοῦ τετιμημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ἐπιλέγει· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ». 10.4.17 ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐτοὺς ἐπισκοπῆς τοῦ θεοῦ. «δευτέραν» δὲ «ῥάβδον» ἡγοῦμαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦσθαι. καλεῖ δ' οὖν αὐτὴν «σχοίνισμα», λέγων· «τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας, φάσκων· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ». 10.4.18 οὗτοι γὰρ ἦσαν τὸ «σχοίνισμα» καὶ «ἡ ῥάβδος ἡ δευτέρα»· ἡ δὲ προτέρα «κάλλος» ὠνομασμένη οὐδ' ἂν ἄλλη γένοιτο τῆς Ἱερουσαλὴμ αὐτῆς καὶ τῆς κατὰ Μωσέα λατρείας ἁπάσης τε τῆς παλαιᾶς διαθήκης. 10.4.19 καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρίσταται τῆς προφητείας, φησάσης· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου». ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὐτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώτην, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα. πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον· «καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». 10.4.20 ἀνθ' ὧν ὁ μὲν Ἀκύλας φησίν· «τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα», ὁ δὲ Σύμμαχος· «τὴν μὲν ἐκάλεσα εὐπρέπειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα». τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν, εἰκότως· 10.4.21 τά τε γὰρ σεμνὰ τῆς Ἱερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρεπὴς ὑπῆρχεν τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοίνισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται, λέγοντι· «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». 10.4.22 ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιᾶς διαθήκης καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοῦ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν «τὴν τιμὴν τοῦ τετιμημένου» τριάκοντα ἀργυρίων τιμησάμενοι τῆς σφῶν δυσσεβείας τὴν προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν. 10.4.23 λέγει δ' οὖν· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου», καὶ πάλιν· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα». Ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί», νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφήτου, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο. 10.4.24 ἀλλ' ἐπειδὴ διαστροφὴν καὶ οἱ τρεῖς οὗτοι πεπόνθασιν ποιμένες καθ' ἕνα καιρόν, τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους, ὅ τε ἀρχιερεὺς ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει, ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαόν, εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ