259
ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον20. ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερ εχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν; εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ 2.1.599 τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ ὁ κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προσ τεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ θεοῦ φύσις ἀφέστηκεν. ἀλλ' 20οὐκ ἔστι20, φησίν, 20ἀπουσίᾳ θανά του καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ 2.1.600 ἀθάνατον20. πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαί νουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλ 2.1.601 λότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. ἕκα στον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸς ἢ οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα· ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατα σκευάσει. εἰ οὖν φησὶ 20μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι20, δῆλος ἂν εἴη παρου σίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν 2.1.602 ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος. πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον. ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων 2.1.603 ὁ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. 20οὐκ ἀπουσίᾳ θανάτου20, φησίν, 20ὁ θεὸς ἀθάνατος λέγεται20. πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θάνατος, κἂν ἀθά νατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος. οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει. ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσ ηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων 2.1.604 θεῷ ἢ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι. τίς οὖν οὗτος, ἑρμηνευσάτω ὁ τεχνολόγος. ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, 20ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως20, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ ἡ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης. 2.1.605 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα· ἔστι δὲ ταῦτα· 20μηδεμίαν20, φησί, 20τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρ 2.1.606 τυρούσης20· εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσ εῖναι λέγοντος, ἀλλ' ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνο μάτων τῇ οὐσίᾳ τοῦ θεοῦ