260
ἐγκεντρίζοντος; εἶτά φησι 20μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοι αύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης20. ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος ὁ τὸν ἡμέ τερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρα 2.1.607 σύνεται. τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομ πεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακο συνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν. τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν ἢ οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης 20οὐδεμίαν20, καθὼς φῄς, 20συμ 2.1.608 φυΐαν προσίεται20. εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατα νοῆσαι φρενός. ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκο λουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον. τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ 2.1.609 μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. δώσει καὶ ταύτην ἀθα νασίαν εἶναι ἢ οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον 2.1.610 αὐτὴν εἶναι κατασκευάζων. εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθα νασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδε μίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. εἰ γὰρ ἐπίσης ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ' αὐτῶν τῶν ἐχ θρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι. 2.1.611 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίη, λέγων ἡμᾶς 20ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν20. κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατα σπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς 2.1.612 εἰσφθειρόμενος. προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέ θετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρε σβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρί σαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σω ματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι ὁ θεός, ἐξ οὗ ὁ Ἀδάμ, οὐ καθ' ὁμοιότητα τῶν ἀνθρωπικῶς γε νεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει. 2.1.613 ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ θεός, οὐδ' ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον. αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ' ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι. 2.1.614 "1Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γε νεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ